§3.38.1καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι.
(前章から続いて)またトログロデュティケと、それに隣接して暑さのため居住不能な地域に至るまでの事柄、さらにはこれらに加えて、紅海沿岸および南に傾くアトランティック海に沿った沿岸について、また残された部分、すなわちアラビア湾について、我々は記述を行う。 これらはアレクサンドリアの王室の記録から抽出し、また目撃者から尋ね知ったものである。
§3.38.2τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν.
というのも、居住世界のこの部分と、ブリタニア諸島および北極の周辺の部分は、人々の共通の認識に最も入り込んでいないからである。
ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν·
しかし、居住世界の北に傾いた部分で、寒さのために人が住めない地域に隣接する地域については、ガイウス・カエサルの事績を記述するときに詳細に述べることにしよう。
§3.38.3οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας·
なぜなら、彼はローマの支配権をそれらの地域に極めて遠くまで推し進め、以前は知られていなかったすべての土地を歴史の記述の対象にさせたからである。
§3.38.4ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον ὠκεανόν, τῷ μήκει δʼ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους τὸν μυχὸν ἔχει περιοριζόμενον ταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς.
いわゆるアラビア湾は、南に位置する大洋へと開口しており、その長さは非常に多くのスタディオンに及んで延び、その最奥部はアラビアとトログロデュティケの最果ての地によって画されている。
εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέρας ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον.
幅は、入り口と最奥部においては約16スタディオンであり、パノルモス港から対岸の大陸までは快速船の1日の航程である。
τὸ δὲ μέγιστόν ἐστι διάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μακαρίαν νῆσον πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπʼ ἀλλήλων.
最大の幅はテュルカイオン山と沖合のマカリア島のあたりであり、両側の大陸が互いに見えないほどである。
§3.38.5ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος.
この場所から幅はますます狭まり、入り口に至るまで収縮している。
ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακράς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν.
この湾の沿岸航路は、多くの場所で細長い島々を含んでおり、それらの島々は狭い通路を持っているが、流れは豊かで激しい。
ἡ μὲν οὖν κεφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη.
さて、この湾の概略的な地理的配置は以上のようである。
§3.38.6ἡμεῖς δʼ ἀπὸ τῶν ἐσχάτων τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφʼ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατʼ αὐτὰς ἰδιότητας διέξιμεν·
我々は、最奥部の最も端の場所から始めて、両側の海岸沿いの航路と、それらに沿った最も注目すべき特徴について詳細に述べることにする。
πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.
そして、まず右側の部分を取り上げる。 そこはトログロデュテスの諸部族が砂漠に至るまでの沿岸を領有している。