Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.37.1-3.37.9

生擒巨蛇并献给普托雷迈奥斯二世

第 198 段,共 406 段 · 希腊语

内容简介

猎人们通过策略将巨蛇赶入编织笼中,并将其生擒献给亚历山大港的普托雷迈奥斯国王。国王驯化了这条蛇作为奇观展示,这证实了关于埃塞俄比亚存在巨蛇的传说的可信度。

§3.37.1οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι.
然而,由于国王的恩宠和赏赐远远超过了由经验所知的危险,他们并没有放弃捕猎,而是通过技巧和计谋制服了用暴力难以克服的野兽,并制备了如下的一种装置。
κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου.
他们用粗绳制成了一个圆形的编织笼,其形状类似于鱼篓,但在其大小和内部空间上,足以容纳这只野兽的巨体。
§3.37.2κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισθʼ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήθη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίθοις εὐμεγέθεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνθέντες ἐναντίον ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ θηρίῳ τὴν εἴσοδον ὑπάρχειν.
因此,他们侦察了它的巢穴以及它外出觅食和返回的时间,一旦它急忙前去捕食往常的其他动物,他们便用大石头和泥土封堵了巢穴原有的入口,并在灌木丛附近挖了一条通道,将编织笼放入其中,使其入口正对去路,以便为野兽提供一个现成的入口。
§3.37.3κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δʼ ἐπὶ τὴν θήραν ἠθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφʼ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον.
在这只动物返回时,他们准备了弓箭手和投石手,还有许多骑兵,此外还有喇叭手以及所有其他装备,当它靠近时,这只野兽将颈部抬得比骑兵还要高;但聚集来捕猎的人们因先前的灾难而得到警戒,不敢靠近,而是从远处用许多人手向这一个巨大的目标投射并击中它,并以骑兵的出现、成群的猛犬以及喇叭的轰鸣声威吓这只动物。
διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον.
因此,在它退向自己的灌木丛时,他们只是追击到不至于进一步激怒它的程度。
§3.37.4ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων.
当它接近被封堵的通道时,他们突然用武器制造出巨大的声响,并因人群的出现和喇叭声引起了混乱和恐惧。
τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον.
野兽找不到入口,又因猎人们的冲锋而惊恐万分,便逃进了附近准备好的入口。
§3.37.5πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα· ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν.
随着编织笼因其身体的解开而被填满,一些猎人迅速冲上前去,在蛇转向出口之前,他们用绳索捆住了入口,该入口为了这种迅速的行动而设计得细长且工艺精巧;他们拉出编织笼,并在下面垫上圆木,将其吊在空中。
§3.37.6τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος.
然而,这只野兽被困在违背其本性的狭窄地方,发出了异常刺耳的嘶嘶声,并用牙齿撕咬周围的绳索,且因朝各个方向剧烈晃动,使抬着它的人担心它会从困住它的精巧装置中跃出。
διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν.
因此,他们大为惊恐,将蛇放在地上,通过刺戳它尾部周围的区域,将野兽牙齿的撕咬冲动转移到对疼痛部位的感觉上。
§3.37.7ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον.
他们把它带到亚历山大港献给国王,这是一件奇异的景观,对听闻者来说也是难以置信的。
τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.
但他们通过食物的匮乏消耗了这只野兽的力气,逐渐使它变得驯服,以至于它的驯化达到了令人惊叹的程度。
§3.37.8ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.
而普托雷迈奥斯向猎人们分发了应得的赏赐,并饲养着这只被驯服的蛇,为访问该王国的异国人提供了最大且最不可思议的奇观。
§3.37.9διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν.
因此,既然如此巨大体型的蛇已经进入了公众的视野,就不应该不相信埃塞俄比亚人,也不应该将他们所传说的当成神话。
ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων.
因为他们声称,在他们的国家里可以看到体型如此巨大的蛇,以至于它们不仅吞食母牛、公牛和其他如此庞大体型的动物,而且还与大象展开搏斗,并通过将自己缠绕在大象的腿上,阻碍其自然活动,并把颈部抬得高于象鼻,使头部正对大象的眼睛,又通过从火红的眼睛中射出类似于闪电的光芒,使其失明,在将它们摔倒在地上后,便吞食这些被征服的动物的肉。
Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν
在充分阐明了关于埃塞俄比亚的事情之后,

词汇与语法注释

  1. 3.37.1ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους — 属格独立结构。现在分词 ὑπερβαλλούσης 的逻辑主语是 τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς(国王的恩宠和赏赐),宾语是 τοὺς ... κινδύνους(危险)。该结构解释了猎人们不放弃的原因,即赏赐超过了危险。
  2. 3.37.3βάλλοντες ἐτύγχανον — 动词 τυγχάνω 与现在分词 βάλλοντες 结合的结构,表示“(当时)实际上正在投射并击中”,用以强调该动作在当时的发生。
  3. 3.37.9ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους... ἀναλίσκειν — 由 ὥστε 引导的结果从句。其后接的一系列不定式(ἀναλίσκειν, συνίστασθαι, ἐμποδίζειν, ποιεῖν, ἀποτυφλοῦν, σαρκοφαγεῖν)均受 ὥστε 支配,构成以 ὄφεις(蛇,对格)为逻辑主语的“对格与不定式”结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.37.1-3.37.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.37.1-3.37.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。