§3.39.1ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν.
那么,对于从阿耳西诺埃市沿右侧大陆航行的人,在许多地方,有大量的泉水从岩石流入海中,带有苦咸的味道。
παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον.
通过这些泉水之后,在一片大平原之上耸立着一座呈赭红色的山,它会损害那些过于凝视它的人的视力。
ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης.
在山麓极边之下坐落着一个入口弯曲的港口,以阿佛洛狄忒命名。
§3.39.2ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δʼ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων.
在它的上方有三个岛屿,其中两个长满橄榄树且绿荫浓密,另一个虽然在上述树木的数量上有所不及,却有许多被称为珍珠鸡的鸟类。
§3.39.3μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθʼ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν.
在此之后是一个被称为阿卡塔尔托斯的大型海湾,在它旁边是一个极深的半岛,由于它的颈部狭窄,人们将船只运过这里到达对面的海。
§3.39.4παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφʼ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως ὥστε μηδὲν ἔτι κατʼ αὐτὴν ὁρᾶσθαι τῶν προϋπαρξάντων ζῴων.
对于航行经过这些地方的人,有一座岛屿,在距离上位于外海,但长度延伸达八十个斯塔德,被称为奥菲奥德斯。 这座岛屿在古代长满各种可怕的爬行动物,因此也得此名,但在后来的时代,亚历山大港的国王们如此热心地清除它们,以至于岛上再也见不到任何以前存在的动物。
§3.39.5οὐ παραλειπτέον δʼ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας.
我们也不应忽略他们热心清除这些动物的原因。
εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος.
因为在这座岛上发现了所谓的托帕齐翁,这是一种透明、令人愉悦的宝石,类似于玻璃,并呈现出令人惊叹的金黄色泽。
§3.39.6διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπʼ αὐτῆς φυλάκων.
因此,该岛对其他人保持禁入,任何航行至此的人都会被部署在岛上的守卫处死。
οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ.
这些守卫人数虽少,却过着不幸的生活。
ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι· τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δʼ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι.
因为,为了不让任何一块宝石被盗,岛上根本不留任何船只;而航经该岛的人,由于对国王的恐惧,都从远处驶过;至于运来的食物很快就会吃光,而本地的其他食物则完全没有。
§3.39.7διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν· ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται.
因此,当食物所剩无几时,村里的所有人都会坐着等待运送食物的船只入港;若船只延迟,他们便会陷入极度的绝望之中。
§3.39.8ὁ δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ᾧ ποτʼ ἂν ᾖ τόπῳ.
而在岩石中生成的上述宝石,在白天由于闷热而无法被看见,被太阳的光芒所掩盖,但当夜幕降临,它便在黑暗中闪烁,无论在什么地方,从远处看都很明显。
§3.39.9οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου· τῆς δʼ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.
岛上的守卫们通过抽签分配好区域进行看守,一旦有宝石显现,他们便在其上放置一个与闪烁宝石大小相当的器皿作为标记;到了白天,他们四处巡视,将岩石上做好标记的地方切割下来,并交给那些能够凭手艺将交来的宝石妥善打磨的人。