§3.36.1ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες.
居住在沙漠和野兽出没之地附近的人们说,可以看到各种各样、体型大得令人难以置信的蛇类。
ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια.
因为有些人声称见过一百腕尺长,不仅我们会,而且所有其他人也都会理所当然地认为他们是在撒谎;因为他们还在这令人怀疑的事情上增加了更多奇异的说法,称由于该地区是平原,当这些最大的野兽盘绕起来时,它们重叠盘绕在一起的躯体在远处看去会形成类似于山丘的高度。
§3.36.2τῷ μὲν οὖν μεγέθει τῶν ῥλθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν.
因此,对于上述野兽的体型,人们自然不容易赞同;但对于那些实际被目击并用合适的容器运送到亚历山大港的最大野兽,我们将进行记载,并补充说明捕获它们的具体步骤。
§3.36.3ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι.
因为普托雷迈奥斯二世极力热衷于猎象,向那些捕获最强壮动物并进行奇异猎捕的人分发巨额赏赐,并为此嗜好耗费了大量资金,他不仅获取了许多战象,还使其他那些未曾见过的、奇妙的动物本性为希腊人所知。
§3.36.4διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον.
因此,一些猎人看到国王在赏赐上的慷慨,便聚集了足够的人手,决定冒生命危险,捕获其中一条大蛇,生擒并运往亚历山大港献给普托雷迈奥斯。
§3.36.5μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως.
虽然这项企图宏大且不可思议,但运气配合了他们的计划,并为他们的行动带来了圆满的结局。
σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες, §3.36.6ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.
因为他们观察到有一条三十腕尺长的蛇在水坑周围活动,它平时保持身体盘旋而静止,但在因口渴而来的动物出现在该地时它会突然跃起,用口咬住,并用盘绕的躯体缠绕出现的动物,使得落入其口中的动物绝无可能逃脱——既然这只动物身体极长且本性迟钝,他们便希望能用套索和绳索制服它,起初他们满怀信心地走近它,并装备了所有必需的工具;但当他们靠近时,他们因恐惧而越发惊慌,因为他们看到了它火红的眼睛和到处舔舐的舌头,此外,它在穿过树林时由于鳞片的粗糙摩擦而发出异常刺耳的声音,还有它那巨大无比的牙齿、凶恶的口部面貌以及盘绕身体所形成的惊人高度。
§3.36.7διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλ ίαν τῷ δεσμῷ· οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο.
因此,他们因恐惧而面色惨白,胆怯地从尾部套上绳索;但这只野兽在绳索触及身体的同时,伴随着巨大的、令人毛骨悚然的嘶嘶声转过身来,它把身体高高抬起在头顶之上,用口咬住了第一个人,并在他活着的时候吞食其肉,而第二个人在逃跑时,它用盘绕的尾部从远处将他拽回,并缠绕起来用束缚紧紧勒住他的腹部;其余的所有人都在惊恐中通过逃跑保全了性命。