§3.36.1ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες.
砂漠と野獣の地の近くに住む人々は、あらゆる種類の、そしてその大きさにおいて信じがたい蛇の類が目撃されると言っている。
ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν·
というのも、長さが100ペーキュスのものを見た、と主張する人々は、当然のことながら、我々だけでなく、他のすべての人々からも、嘘をついていると見なされるであろう。
προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια.
彼らはその信じがたい話に、さらにずっと奇妙なことを付け加え、その地域は平野であるのに、それらの野獣の最大級のものがとぐろを巻くと、互いに重なり合って丸くなったとぐろによって、遠くから丘のように見える高さを生み出す、と言うのである。
§3.36.2τῷ μὲν οὖν μεγέθει τῶν ῥλθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο·
したがって、いま述べられた野獣の大きさについては、誰も容易には同意しないであろう。
περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν.
しかし、実際に目撃され、適当な容器に入れられてアレクサンドリアに運ばれた最大級の野獣については、その捕獲の具体的な段取りをも付け加えつつ、記録を記すことにしよう。
§3.36.3ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι.
というのも、プトレマイオス2世は、象の狩猟に熱中し、最も強健な動物たちの驚異的な捕獲を行う者たちに莫大な恩賞を与え、またこの熱望のために多額の費用を費やして、多くの軍用象を確保し、また他の動物たちの見られなかった驚くべき本性を、ギリシア人たちに知らしめたからである。
§3.36.4διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον.
それゆえ、何人かの猟師たちは、王の恩賞における気前の良さを見て、十分な人数で集まり、命をかけることを決意し、巨大な蛇の一匹を捕らえて、アレクサンドリアのプトレマイオスの元へ生きたまま連れて行こうとした。
§3.36.5μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως.
この企ては壮大で驚くべきものであったが、幸運が彼らの計画を助け、その行いにふさわしい結末をもたらした。
σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες,
すなわち、水たまりの周りに生息している30ペーキュスの蛇の一匹を彼らは観察した。 それは、普段は体を丸めて動かずにいるが、喉の渇きのためにその場所を訪れる動物たちが現れると突如として立ち上がり、口でひったくり、とぐろで現れた動物の体を締め付けるので、その前にやってきたものはどうしても逃れることができないのであった。 そこで、その動物が細長く、性質としてはのろまであることから、縄や網で制圧できると期待して、彼らは最初は自信を持ってそのもとへやってきた。
§3.36.6ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.
必要な道具をすべて備えていたものの、近づくにつれて、彼らは恐怖によってますますおののいた。 火のような目、あちこちを這い回る舌、さらに森の中を進む際の鱗のざらつきと摩擦によって発せられる異様な物音、並外れた歯の大きさ、口の凶暴な見た目、そして丸まった体のもたらす驚くべき高さを目撃したからである。
§3.36.7διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς·
それゆえ、彼らは恐怖のあまり顔を真っ青にして、尾の方からおずおずと縄をかけた。
τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλ ίαν τῷ δεσμῷ·
しかし、その獣はロープが体に触れるやいなや、激しい息を吐きながら恐るべき勢いで振り返り、頭上に身をもたげて、最初の者を口でひったくり、彼がまだ生きているうちにその肉を食らい尽くした。 そして、逃げていく二人目の者を、とぐろを使って遠くから引き寄せ、巻き付いてその腹部をきつく締め付けた。
οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο.
残りの者たちはみな仰天し、逃亡することによって自らの安全を確保した。