§3.35.1ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
既然我们已经阐述了那些看似奇异的民族和生活方式的主要内容,接下来我们将依次详细论述这些特定地区中的野兽。
§3.35.2ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ.
因为有一种动物,因其特征而被称作‘犀牛’;在力量和强壮上它与大象相近,但身高较矮,它拥有极坚韧的皮,肤色呈黄杨木色。
ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
在鼻孔的末端,它长有一只角,形状微翘,坚硬程度与铁相似。
§3.35.3τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα.
这种动物因牧场问题总是与大象发生争执,它会在某些岩石上磨砺自己的角,在与上述野兽交战时,它会潜入大象的腹下,用角像宝剑一样刺破其血肉。
τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει.
通过采用这种战斗方式,它使那些野兽失血过多,并杀死了许多。
ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
但是,当大象在对方潜入腹下之前,用鼻子预先抓住了犀牛,它就能轻易取胜,用象牙击打它,并在力量上占绝对优势。
§3.35.4αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.
狮身人面兽产于穴居人领地和埃塞俄比亚周围,它们的形状与画像中所绘的并无二致,仅在毛发的浓密程度上有所不同;它们的性情温顺且极其狡黠,甚至能接受系统的训练。
§3.35.5οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται.
被称为狗头狒狒的动物,身体与丑陋的人相似,而在声音方面,它们发出类似于人类呻吟的叫声。
ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει.
这些动物极其凶猛且完全无法驯服,从眉毛以下的表情看去十分严厉。
ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
在雌性身上发生着最独特的事情,即终生将子宫露在体外。
§3.35.6ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
被称为绿猴的动物,因其整个身躯美丽且讨喜的外形而得名;它的面部与狮子相似,身体的其他部分则像豹子,唯独在大小上,它与瞪羚相当。
§3.35.7πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος.
在所有上述动物中,食肉牛是最凶猛、完全难以战胜的。
τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων.
因为在体型上它比家牛还要大,在足部的敏捷上不亚于马,嘴巴一直裂到耳朵。
τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως.
它的颜色极红,眼睛比狮子还要锐利,在夜间闪烁着光芒,角则具有独特的性质:在平时,它像活动耳朵一样活动它们,但在战斗时,它会将角牢牢固定。
τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν.
它的毛发生长方向也与其他动物相反。
§3.35.8ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας.
这种野兽在力量和能力上出类拔萃,因为它袭击最强壮的动物,并以吃掉那些被它降服的野兽的肉为食。
διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας.
它还残害当地居民的羊群,并以极其可怕的方式与牧羊人的整个队伍以及猎犬群搏斗。
§3.35.9λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι.
据说它的皮肤是刀枪不入的;总之,尽管有许多人企图将其捕获并使之屈服,却无一人能成功。
τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν.
它若落入陷阱或因其他欺骗手段而被擒,便会因愤怒而窒息身亡,绝不肯用自由去换取被驯服时的温饱。
διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
因此,穴居人很自然地将这种野兽评为最强,因为自然赋予了它狮子的强壮、马的速度、牛的力量,且它不会屈服于万物中最强硬的铁的性质。
§3.35.10ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως.
在埃塞俄比亚人中被称为‘克罗科塔斯’的动物,具有狗和狼混合的性质,而其凶猛程度比两者都更为可怕,在牙齿上它超越了所有动物;因为任何大小的骨头它都能轻易咬碎。
καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
而且它能以惊人的方式通过胃消化吞下去的东西;然而,一些制造虚假奇谈的人记录说这种动物会模仿人类的言语,这并不能说服我们。