Humanitext Reader

디오도로스 시켈로스 · 역사총서 §3.35.1-3.35.10

트로글로디티케의 코뿔소와 기이한 야수들

406개 구절 중 196번째 · 그리스어

요약

이 단락에서 저자는 아이티오피아와 트로글로디타이 등지에 서식하는 기이한 야수들에 대해 설명한다. 구체적으로 코뿔소, 스핑크스, 키노케팔로스, 케포스, 육식 황소, 크로코타스 등의 외형적 특징과 습성이 기술된다.

§3.35.1ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
さて、驚異的であると思われる民族や生活様式の主要な点について論じ終えたので、次にそれらの地域の獣について順番に詳しく論じることにしよう。
§3.35.2ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
すなわち、その特徴から「サイ」と呼ばれている動物がある。これは強さと力においては象に匹敵するが、体高はそれよりも低く、皮は極めて頑丈で、皮膚の色は黄楊に似ている。鼻の先には、形は上を向いていて、硬さは鉄に似た角を持っている。
§3.35.3τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
この動物は採餌の場所をめぐって常に象と争っており、角を岩にこすりつけて研ぎ、前述の獣との戦いになると、その腹の下に潜り込んで、角を剣のように使って肉を切り裂く。このような戦い方をすることで、相手の獣の血を流し尽くさせ、多くの者を死に至らしめる。しかし、象が腹の下への潜り込みに先んじて、鼻でサイをあらかじめ捕らえたときには、牙で打ち据え、力において勝ることで容易に勝利する。
§3.35.4αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.
また、スフィンクスはトローグロデュティケーやアイティオピアの周辺に産し、その姿形は描かれるものと異なっていないが、ただ毛の濃さにおいてのみ異なっている。その性質は穏やかで非常に悪賢く、体系的な調教をよく受け入れる。
§3.35.5οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
クノケファロイと呼ばれる動物は、体においては醜い人間に似ており、声においては人間の呻き声のようなものを発する。これらの動物はきわめて凶暴で、完全に野生のままであり、眉からの顔つきはとりわけ険しい。そしてメスには、生涯を通じて子宮を体外に露出させているという、きわめて特異な特徴がある。
§3.35.6ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
また、ケーポスと呼ばれる動物は、その体全体の美しく愛らしい姿からそう名付けられているが、顔はライオンに似ており、体の残りの部分は豹に似ていて、ただ大きさだけはガゼルと同等である。
§3.35.7πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος. τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων. τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως. τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν.
前述のすべての動物の中で、肉食牛が最も凶暴で、完全に打ち負かし難いものである。というのも、大きさにおいてこれは家畜の牛よりも大きく、足の速さでは馬に劣らず、口は耳まで裂けている。その色は極めて赤く、目はライオンよりも鋭く夜に光り輝き、角は独特の性質を宿している。すなわち、普段は角を耳と同じように動かすが、戦闘の際にはしっかりと固定するのである。また、毛の生え方は他の動物とは逆である。
§3.35.8ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας. διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας.
この野獣は強さと力において傑出しており、最も強健な動物たちを襲撃し、屈服させた動物の肉を食べることで自らの糧としている。また、現地の人々の羊の群れを襲い、牧民たちの全集団や猟犬の群れと恐るべき戦闘を繰り広げる。
§3.35.9λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι.
また、皮は傷つけられないと言われている。実際、多くの者が手なずけようとしたが、誰も征服できなかった。
τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
落とし穴に落ちたり、他の罠によって捕らえられたりしたものは、怒りのあまり自ら窒息して死んでしまい、手懐けられることでもたらされる親切なもてなしと自由を決して引き換えようとしない。それゆえ、当然のことながら、トローグロデュティケー人はこの獣を最強であると判断している。自然がこれにライオンの強さ、馬の速さ、牛の力を授け、あらゆるもののうちで最も強固な鉄の性質にも屈しないからである。
§3.35.10ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως. καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
また、アイティオピア人の間でクロコッタスと呼ばれる動物は、犬と狼が混ざり合った性質を持っており、その凶暴さは両者よりも恐ろしく、歯においてはすべての動物に勝っている。いかなる大きさの骨でも容易に噛み砕くからである。そして、胃に飲み込まれたものを驚くべき方法で消化する。しかし、この動物が人間の言葉を真似ると記録している一部の虚偽の奇談作家たちの話は、私たちを納得させるものではない。

어휘·문법 주석

  1. 3.35.2ἀπὸ τοῦ συμβεβηκότος — "우연한 속성(특징)으로부터"라는 뜻으로, 코 위에 뿔이 있다는 신체적 특징에 기인하여 '코뿔소'라는 이름이 붙었음을 나타낸다.
  2. 3.35.3φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν — 동사 φθάνω가 대격 명사 τὴν ὑπόδυσιν을 목적어로 취하여 "배 밑으로 기어 들어오는 것보다 먼저"라는 뜻을 나타낸다. 코끼리가 코뿔소의 잠입보다 선수를 쳐서 붙잡는 행동을 묘사한다.
  3. 3.35.6ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας — 보통 '나이'를 뜻하는 단어 ἡλικίας, 여기서는 '젊고 아름다운 자태' 또는 '몸집의 균형미'라는 의미로 사용되었다. ὄγκος(몸집)와 결합하여 동물 몸 전체의 아름다운 외형을 묘사한다.
  4. 3.35.8ὡς ἂν ἐπιτιθέμενον ... καὶ τὴν τροφὴν ἔχον — ὡς 앤에 분사 ἐπιτιθέμενον 및 ἔχον이 이어지는 구문. 주절의 주어인 황소의 성질이나 이유를 설명하며, "~하는 일종의 존재로서"라는 뉘앙스를 나타낸다.
  5. 3.35.9τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν — 동사 ἀλλάττω의 중간태 ἀλλάτ토μαι는 'A(속격)를 B(대격)와 교환하다'라는 의미를 가진다. 여기서는 속격 τῆς ἐλευθερίας(자유)를 대격 τὴν ... φιλανθρωπίαν(길들여짐으로써 얻는 친절한 대우)과 맞바꾸는 것을 거부함을 나타낸다.

이 구절 인용하기

디오도로스 시켈로스, 역사총서 §3.35.1-3.35.10. Humanitext Reader, https://reader.humanitext.ai/ko/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.35.1-3.35.10

AI 초고 번역임과 열람 날짜를 함께 적어 주세요.

번역·주석·요약은 AI가 생성한 초고이며 독자 의견을 반영해 수정됩니다.