Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.35.1-3.35.10

トローグロデュティケーのサイや珍獣の習性

196 / 406 箇所 · ギリシア語

要旨

この箇所では、トローグロデュティケーやアイティオピアといった地域に生息する珍獣について説明されている。具体的には、サイ、スフィンクス、クノケファロイ、ケーポス、肉食牛、クロコッタスといった動物の形態や習性が記述されている。

§3.35.1ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
さて、驚異的であると思われる民族や生活様式の主要な点について論じ終えたので、次にそれらの地域の獣について順番に詳しく論じることにしよう。
§3.35.2ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ.
すなわち、その特徴から「サイ」と呼ばれている動物がある。 これは強さと力においては象に匹敵するが、体高はそれよりも低く、皮は極めて頑丈で、皮膚の色は黄楊に似ている。
ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
鼻の先には、形は上を向いていて、硬さは鉄に似た角を持っている。
§3.35.3τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα.
この動物は採餌の場所をめぐって常に象と争っており、角を岩にこすりつけて研ぎ、前述の獣との戦いになると、その腹の下に潜り込んで、角を剣のように使って肉を切り裂く。
τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει.
このような戦い方をすることで、相手の獣の血を流し尽くさせ、多くの者を死に至らしめる。
ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
しかし、象が腹の下への潜り込みに先んじて、鼻でサイをあらかじめ捕らえたときには、牙で打ち据え、力において勝ることで容易に勝利する。
§3.35.4αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.
また、スフィンクスはトローグロデュティケーやアイティオピアの周辺に産し、その姿形は描かれるものと異なっていないが、ただ毛の濃さにおいてのみ異なっている。 その性質は穏やかで非常に悪賢く、体系的な調教をよく受け入れる。
§3.35.5οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται.
クノケファロイと呼ばれる動物は、体においては醜い人間に似ており、声においては人間の呻き声のようなものを発する。
ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει.
これらの動物はきわめて凶暴で、完全に野生のままであり、眉からの顔つきはとりわけ険しい。
ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
そしてメスには、生涯を通じて子宮を体外に露出させているという、きわめて特異な特徴がある。
§3.35.6ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
また、ケーポスと呼ばれる動物は、その体全体の美しく愛らしい姿からそう名付けられているが、顔はライオンに似ており、体の残りの部分は豹に似ていて、ただ大きさだけはガゼルと同等である。
§3.35.7πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος.
前述のすべての動物の中で、肉食牛が最も凶暴で、完全に打ち負かし難いものである。
τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων.
というのも、大きさにおいてこれは家畜の牛よりも大きく、足の速さでは馬に劣らず、口は耳まで裂けている。
τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα·
その色は極めて赤く、目はライオンよりも鋭く夜に光り輝き、角は独特の性質を宿している。
τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως.
すなわち、普段は角を耳と同じように動かすが、戦闘の際にはしっかりと固定するのである。
τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν.
また、毛の生え方は他の動物とは逆である。
§3.35.8ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας.
この野獣は強さと力において傑出しており、最も強健な動物たちを襲撃し、屈服させた動物の肉を食べることで自らの糧としている。
διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας.
また、現地の人々の羊の群れを襲い、牧民たちの全集団や猟犬の群れと恐るべき戦闘を繰り広げる。
§3.35.9λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν·
また、皮は傷つけられないと言われている。
πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι.
実際、多くの者が手なずけようとしたが、誰も征服できなかった。
τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν.
落とし穴に落ちたり、他の罠によって捕らえられたりしたものは、怒りのあまり自ら窒息して死んでしまい、手懐けられることでもたらされる親切なもてなしと自由を決して引き換えようとしない。
διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
それゆえ、当然のことながら、トローグロデュティケー人はこの獣を最強であると判断している。 自然がこれにライオンの強さ、馬の速さ、牛の力を授け、あらゆるもののうちで最も強固な鉄の性質にも屈しないからである。
§3.35.10ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει·
また、アイティオピア人の間でクロコッタスと呼ばれる動物は、犬と狼が混ざり合った性質を持っており、その凶暴さは両者よりも恐ろしく、歯においてはすべての動物に勝っている。
πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως.
いかなる大きさの骨でも容易に噛み砕くからである。
καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως·
そして、胃に飲み込まれたものを驚くべき方法で消化する。
τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
しかし、この動物が人間の言葉を真似ると記録している一部の虚偽の奇談作家たちの話は、私たちを納得させるものではない。

語釈・文法注

  1. 3.35.2ἀπὸ τοῦ συμβεβηκότος — 「付随するものによって」「特徴から」の意。名詞化した中性分詞で、ここでは鼻の上に角を持つという身体的な特徴(συμβεβηκός)に由来して「サイ(鼻・角)」と呼ばれることを指す。
  2. 3.35.3φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν — 動詞 φθάνω が直後の対格名詞 τὴν ὑπόδυσιν を直接目的語として取り、「潜り込みに先んじて」の意味を表す。主動詞(または別の分詞) προκαταλάβηται の動作が相手に先んじて行われることを示す。
  3. 3.35.6ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας — ἡλικίας は通常「年齢」を意味するが、ここでは動物の「若々しい美しさ」「容姿の良さ」を指す。ὄγκος(体つき、体格)と組み合わさり、体全体の均整のとれた美しさを表している。
  4. 3.35.8ὡς ἂν ἐπιτιθέμενον ... καὶ τὴν τροφὴν ἔχον — ὡς ἄν に分詞 ἐπιτιθέμενον および ἔχον が続く構文。主節の主語である野生の牛の性質や理由を説明し、「〜するようなものとして(それゆえ〜である)」というニュアンスを表す。
  5. 3.35.9τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν — 動詞 ἀλλάττω の中動態 ἀλλάττομαι は「A(属格)をB(対格)と引き換える」という意味になり、ここでは属格 τῆς ἐλευθερίας(自由)と、対格 τὴν ... φιλανθρωπίαν(手懐けられることによる親切な扱い)の交換を否定している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.35.1-3.35.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.35.1-3.35.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。