Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.28.1-3.28.6

食鸵鸟者部族的习俗与捕猎鸵鸟

第 189 段,共 406 段 · 希腊语

内容简介

本章节介绍了居住在西部和南部的埃塞俄比亚部族,详细描述了南部“食鸵鸟者”部族所捕猎的鸵鸟的身体特征、特殊奔跑行为和捕获方式,并提及该部族在遭受“西莫伊”人攻击时使用羚羊角进行防御。

§3.28.1τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος.
在这些部族中,西部的地区居住着被称为“西莫伊”的埃塞俄比亚人,而偏向南方的地区则由“斯特鲁托法戈伊”部族所占据。
§3.28.2ἔστι γὰρ παρʼ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, διʼ ἣν τῆς συνθέτου τέτευχε προσηγορίας.
因为在他们那里有一种鸟类,其性质与陆生动物相混合,也正因如此,它得到了一个复合的名称。
τοῦτο δὲ μεγέθει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχον καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται.
这种动物在体型上不亚于最大的鹿,它长着长颈和圆润的胁腹,被自然造就成羽翼丰满的形态。
καὶ κεφάλιον μὲν ἀσθενὲς ἔχει καὶ μικρόν, μηροῖς δὲ καὶ κώλοις ὑπάρχει καρτερώτατον, §3.28.3διχήλου τῆς βάσεως οὔσης.
它的头部微弱而小,但在大腿和双腿上却极有力,其足底是双蹄分叉的。
τοῦτο πέτεσθαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον· μάλιστα δʼ ὅταν κατʼ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα·
这种鸟由于体重原因无法飞往高空,但奔跑起来在所有动物中最快,双足尖端仅微触地面;尤其当它迎风展翅时,便如同一艘扬帆航行的船只一样疾驰而去。
τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίθους χειροπληθιαίους.
对于追赶它的人,它通过双脚向后弹射如手掌般大小的石块,以令人称奇的方式进行防卫。
§3.28.4ὅταν δʼ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασθαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται.
但在无风时被追捕时,由于羽翼很快被汗水浸湿,它无法利用其天然的优势,极易被追上并捕获。
§3.28.5τούτων δὲ τῶν ζῴων ἀμυθήτων ὄντων τῷ πλήθει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατʼ αὐτῶν τῆς θήρας·
由于这些动物在该地区的数量多得不可胜数,野蛮人便针对它们想出各种各样的捕猎手段。
ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφήν, ταῖς δὲ δοραῖς πρὸς ἐσθῆτα καὶ στρωμνήν.
由于许多动物轻易被捕,他们便用其肉作食物,用其皮作衣服和被褥。
§3.28.6ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰθιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιθεμένους, ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι·
当他们受到被称为“西莫伊”的埃塞俄比亚人的攻击时,他们便以羚羊的角作为防御武器,拼命抵抗袭击者。
ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καθεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆθος τῶν ἐχόντων αὐτὰ ζῴων.
这些角既大又锋利,提供了极大的用途,因为由于拥有这些角的动物数量繁多,该地区这种角非常丰富。

词汇与语法注释

  1. 3.28.2μεμιγμένην ἔχον τὴν φύσιν — 分词 `ἔχον`(主格中性单数,与 `ὀρνέου τι γένος` 一致)带宾语 `τὴν φύσιν`(宾格),并由完成时被动分词 `μεμιγμένην`(宾格阴性单数)作为二次谓语,表示“使其性质处于相混合的状态中”。
  2. 3.28.3διχήλου τῆς βάσεως οὔσης — 这是一个属格独立结构(genitive absolute)。`τῆς βάσεως` 是逻辑主语,`οὔσης` 是分词,`διχήλου` 是表语形容词,用以对前文所述的鸟类足部特征进行补充说明。
  3. 3.28.3ὑπεξάγει — 此处作不及物动词使用,意为“迅速离去”或“疾驰”。它受到主格比喻短语 `καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα`(宛如扬帆航行的船只)的修饰,以此生动地描写鸵鸟的快速逃跑。
  4. 3.28.6δαψιλείας οὔσης — 这是一个表示原因的属格独立结构(“由于……很丰富”)。其丰沛的具体原因由紧随其后的介词短语 `διὰ τὸ πλῆθος...`(由于……的数量繁多)来做进一步的补充说明。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.28.1-3.28.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.28.1-3.28.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。