Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.29.1-3.29.7

阿克里多法戈伊人的捕蝗生活与奇疾之死

第 190 段,共 406 段 · 希腊语

内容简介

本文记述了阿克里多法戈伊人通过在峡谷中用烟熏捕获并盐渍从沙漠飞来的蝗虫为生,以及他们步入老年时因身体长出有翼寄生虫而惨遭肉体崩溃并悲惨死去的奇特命运。

§3.29.1βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνθρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καθʼ ὑπερβολήν.
离这些人不远的地方,阿克里多法戈伊人居住在与沙漠接壤的地区。 他们比其他人更为矮小,体型瘦削,皮肤极其黑暗。
κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παρʼ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέθεις ἐκριπτοῦσιν ἐκ τῆς ἐρήμου πλῆθος ἀκρίδων ἀμύθητον, τοῖς τε μεγέθεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχθὲς καὶ ῥυπαρόν.
因为在他们那里,春季时极为强烈的西风和西南风会从沙漠中吹来数不胜数的蝗虫群,这些蝗虫体型异常,且其翅膀的颜色丑陋而肮脏。
§3.29.2ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν θήραν.
由此,他们终生拥有丰富的食物,且以独特的方式捕猎它们。
παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάθος ἔχουσα καὶ πλάτος ἀξιόλογον· ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφθόνου κατὰ τὴν χώραν· ἔπειθʼ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον πυροῦσι τὸν ἐν αὐτῇ χόρτον.
在他们的土地旁,延伸着一条长达许多斯塔德、具有相当深度和宽度的峡谷;他们用当地丰富的野生木柴填满其中;然后,当前述的风吹起、蝗虫之云逼近时,他们分工守住峡谷的各个角落,点燃其中的草木。
§3.29.3ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασθεῖσαι τόπον, τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης μεγάλοι διανίστανται σωροί·
随着大量而辛辣的烟雾升起,飞越峡谷的蝗虫因烟雾的刺鼻而被窒息,仅飞过很短的一段距离便纷纷坠地。 这种消灭持续数日,形成了巨大的堆积物。
καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλήν, πάντες προσφέρουσι ταύτην ἀθρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν πολυχρόνιον.
由于该地区含有大量的盐分,所有人便将盐撒在成堆的蝗虫上,充分揉和,使其味道适口,并得以长期保存。
§3.29.4ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει· οὔτε γὰρ κτηνοτροφοῦσιν οὔτε θαλάττης ἐγγὺς οἰκοῦσιν οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι·
因此,他们眼下及未来的食粮皆来自于这些动物;因为他们既不饲养牲畜,也不居住在海边,更得不到任何其他的援助。
τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παρʼ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα.
他们身体轻盈,双足极快,但寿命极其短暂,在他们之中活得最长的人也不超过四十岁。
§3.29.5τὸ δὲ τοῦ βίου τέλος οὐ μόνον παράδοξον ἔχουσιν, ἀλλὰ καὶ πάντων ἀκληρότατον.
然而,他们生命之终结不仅匪夷所思,而且是所有人中最不幸的。
ὅταν γὰρ πλησιάζῃ τὸ γῆρας, ἐμφύονται τοῖς σώμασι πτερωτοὶ φθεῖρες οὐ μόνον διάφοροι τοῖς εἴδεσιν, ἀλλὰ καὶ ταῖς ἰδέαις ἄγριοι καὶ παντελῶς εἰδεχθεῖς.
因为当老年临近时,他们的身体里会长出有翼的虱子,这些虱子不仅形状奇特,而且外表凶猛、极其丑恶。
§3.29.6ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς γαστρὸς καὶ τοῦ θώρακος ἐπινέμεται πάντα τὸν ὄγκον ἐν ὀλίγῳ χρόνῳ.
这种灾祸从腹部和胸部开始,在短时间内蔓延到全身。
ὁ δὲ πάσχων τὸ μὲν πρῶτον ὡς ὑπὸ ψώρας τινὸς ἐρεθιζόμενος μετρίως ὀδαξᾶσθαι φιλοτιμεῖται, μεμιγμένην ἔχοντος τοῦ πάθους ἀλγηδόσι τὴν χαράν· μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τῶν ἐγγενομένων θηρίων εἰς τὴν ἐπιφάνειαν ἐκπιπτόντων συνεκχεῖται πλῆθος ἰχῶρος λεπτοῦ, τὴν δριμύτητα παντελῶς ἔχοντος ἀνυπομόνητον.
患者起初仿佛受到某种疥癣的刺激,热衷于轻轻搔抓,因为这种病症带来的痛苦中夹杂着快乐;但在此之后,随着体内产生的虫子越来越多地涌向表面,大量稀薄的体液随之流出,其辛辣刺痛令人完全无法忍受。
§3.29.7διόπερ ὁ συνεχόμενος τῷ πάθει βιαιότερον ἀμύττει τοῖς ὄνυξι, στεναγμοὺς μεγάλους προϊέμενος.
因此,深受病痛折磨的人用指甲更加猛烈地抓挠,发出巨大的呻吟。
κατὰ δὲ τὰς τῶν χειρῶν ἐξελκώσεις τοσοῦτο πλῆθος ἐκπίπτει τῶν ἑρπετῶν ὥστε μηδὲν ἀνύειν τοὺς ἀπολέγοντας, ὡς ἂν ἄλλων ἐπʼ ἄλλοις ἐκφαινομένων καθάπερ ἔκ τινος ἀγγείου πολλαχῶς κατατετρημένου.
在他双手抓破的溃疡处,掉落出如此之多的爬行虫子,以至于那些帮他摘除虫子的人也无能为力,因为虫子源源不断地显露出来,就像是从某个千疮百孔的器皿中流出一样。
οὗτοι μὲν οὖν εἰς τοιαύτην διάλυσιν τοῦ σώματος καταστρέφουσι τὸν βίον δυστυχῶς, εἴτε διὰ τὴν ἰδιότητα τῆς τροφῆς εἴτε διὰ τὸν ἀέρα τοιαύτης τυγχάνοντες περιπετείας.
因此,这些人不幸地在肉体的这种崩溃中结束了生命,他们遭遇这样的灾难,或是由于食物的特殊性,或是由于空气的原因。

词汇与语法注释

  1. 3.29.1τοῖς τε μεγέθεσι διαλλάττον — τοῖς μεγέθεσι 是关系与格(“在体型上”)。现在分词 διαλλάττον 意为“不同”,在此指这些蝗虫在体型上与普通蝗虫不同,显得十分异常。
  2. 3.29.4ὡς ἂν τῶν πολυχρονιωτάτων παρʼ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα — 连接词 ὡς 与 ἄν 连用,引导属格绝对结构(τῶν πολυχρονιωτάτων... οὐχ ὑπερβαλλόντων),表示潜在或假设性的结果,意为“以至于即使他们之中最长寿的人也不会超过四十岁”。
  3. 3.29.6ἀρξάμενον — 中性单数主格分词,修饰主句主语 τὸ κακὸν。它支配属格 τῆς γαστρὸς καὶ τοῦ θώρακος,意为“从腹部和胸部开始”。
  4. 3.29.6μεμιγμένην ἔχοντος τοῦ πάθους ἀλγηδόσι τὴν χαράν — 这是一个属格绝对结构(ἔχοντος τοῦ πάθους),其中分词 ἔχοντος 支配直接宾语 τὴν χαράν,而 μεμιγμένην 作为宾语补足语(谓语性分词)与其一致。与格 ἀλγηδόσι 则修饰 μεμιγμένην。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.29.1-3.29.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.29.1-3.29.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。