§3.28.1τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος.
これらの部族のうち、西の方の地域にはシモイと呼ばれるエチオピア人たちが住んでおり、南に傾いた地域はダチョウ食いの部族が領有している。
§3.28.2ἔστι γὰρ παρʼ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, διʼ ἣν τῆς συνθέτου τέτευχε προσηγορίας.
というのも、彼らの土地には、陸上動物と混ざり合った性質を持つある種の鳥がおり、その性質のために複合された名称を得ているからである。
τοῦτο δὲ μεγέθει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχον καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται.
このものは、大きさにおいては最大の鹿に劣らず、首が長く、脇腹が丸みを帯び、自然によって羽毛で覆われるように作られている。
καὶ κεφάλιον μὲν ἀσθενὲς ἔχει καὶ μικρόν, μηροῖς δὲ καὶ κώλοις ὑπάρχει καρτερώτατον, §3.28.3διχήλου τῆς βάσεως οὔσης.
また、頭は弱くて小さく、腿と脚においてはきわめて頑丈であり、足底は二つに割れている。
τοῦτο πέτεσθαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον·
このものは重さのために空高く飛ぶことはできないが、あらゆるものの中で最も速く走り、足の先端で地面にほんの少し触れるだけである。
μάλιστα δʼ ὅταν κατʼ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα·
特に、風の吹く方向に向けて羽を広げるとき、まるで帆走する船のように疾走して逃げ去る。
τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίθους χειροπληθιαίους.
そして、追跡してくる者たちに対して、足を用いて手いっぱいの大きさの石を不思議なほど投げ飛ばして防戦する。
§3.28.4ὅταν δʼ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασθαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται.
しかし、無風のときに追跡されると、羽がすぐに汗で濡れてしまうため、生まれ持った利点を利用することができなくなり、容易に追いつかれて捕らえられる。
§3.28.5τούτων δὲ τῶν ζῴων ἀμυθήτων ὄντων τῷ πλήθει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατʼ αὐτῶν τῆς θήρας·
これらの動物がその地方に数え切れないほど多く生息しているため、未開人たちはそれを狩るためにあらゆる手段を考案する。
ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφήν, ταῖς δὲ δοραῖς πρὸς ἐσθῆτα καὶ στρωμνήν.
そして、多くのものが容易に捕らえられるので、肉を食料に、皮を衣服や寝具に用いる。
§3.28.6ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰθιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιθεμένους, ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι·
また、シモイと呼ばれるエチオピア人たちによって戦争を仕掛けられると、彼らは防衛用の武器としてオリュクスの角を用いながら、攻撃者たちに対して命がけで戦う。
ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καθεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆθος τῶν ἐχόντων αὐτὰ ζῴων.
これらの角は、大きく、かつ切るのに適しているため、大いに役立つのであるが、それは、これを持つ動物が多数いることで、その地方に角が豊富にあるからである。