Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.27.1-3.27.4

锯树诱捕大象的狩猎方法

第 188 段,共 406 段 · 希腊语

内容简介

附近的埃塞俄比亚人利用大象无法弯曲双膝、只能靠着树木睡觉的习性,通过提前锯断树木使其在大象倚靠时倒塌,从而实现安全的捕猎。

§3.27.1ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων θηρεύουσι τοὺς ἐλέφαντας τέχνῃ τῆς βίας περιγινόμενοι.
居住在附近的一些人则在毫无危险的情况下捕猎大象,以智巧战胜强力。
εἴωθε γὰρ τοῦτο τὸ ζῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωθῇ, πρὸς ὕπνον καταφέρεσθαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαθέσεως πρὸς τὰ λοιπὰ τῶν τετραπόδων·
因为这种动物在牧场吃饱之后,习惯于入睡,其身体构造在这一方面与其余的四足动物有所不同。
§3.27.2οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαθιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιθὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν.
因为大象无法弯曲双膝将全身的沉重躯体降到地面,而是靠在树上通过睡眠进行休息。
διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἴχνη τε ἔχει καὶ σημεῖα πολλά, διʼ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες Αἰθίοπες γνωρίζουσι τὰς τῶν ἐλεφάντων κοίτας.
因此,由于该动物频繁靠在树上,那棵树已被磨损且满是污垢,此外,树木周围的地方有许多足迹和痕迹,通过这些,那些搜寻此类线索的埃塞俄比亚人便能辨认出大象的宿营地。
§3.27.3ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοπὴν ἔχῃ πρὸς τὴν πτῶσιν· εἶθʼ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φθάνοντες τὴν ἔφοδον τοῦ ζῴου, ὁ δʼ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησθεὶς τῆς τροφῆς ἐπὶ τὴν συνήθη καταντᾷ κοίτην.
因此,当他们遇到这样的一棵树时,便在靠近地面的地方锯它,直到它只剩下微弱的平衡就会倒下;然后,他们消除自己出现过的痕迹,迅速离去,赶在动物到来之前。 而大象在傍晚前吃饱食物,便来到它惯常的宿营地。
κατακλιθεὶς δὲ ἀθρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται, πεσὼν δʼ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν.
当它靠在树上时,顿时由于其全身的重力,随着树木的倾倒而跌落到地面,仰面跌倒后,它便整夜躺在那里,因为它的身体构造并不适合起立。
§3.27.4οἱ δὲ πρίσαντες τὸ δένδρον Αἰθίοπες ἅμʼ ἡμέρᾳ καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι.
锯树的埃塞俄比亚人则在天亮时赶来,在毫无危险的情况下杀死这只动物,并在该处周围安营扎寨,一直停留到将倒下的猎物吃尽为止。

词汇与语法注释

  1. §3.27.1τέχνῃ τῆς βίας — `τέχνῃ` 是手段与格(“通过智巧”),而 `τῆς βίας` 是受分词 `περιγινόμενοι`(“战胜……”)支配的宾格性属格(“战胜强力”)。
  2. §3.27.1διαφορὰν ἐχούσης — 这是属格绝对(genitive absolute)句型,`τῆς περὶ αὐτὸ διαθέσεως` 是其逻辑主语。表示原因或伴随情况:“因为它的身体构造有差异”。
  3. §3.27.3ἀδημιούργητον — 在由介词短语 `διὰ τὸ` 引导的定冠词不定式句型(`εἶναι`)中,作为主语 `τὴν τοῦ σώματος φύσιν` 的宾格表语(谓语补足语)。与 `πρὸς` 加宾格(`ἀνάστασιν` “起立”)连用,意为“不适合……的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.27.1-3.27.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.27.1-3.27.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。