Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.26.1-3.26.4

斗象民埃勒凡托马科伊的大胆猎象法

第 187 段,共 406 段 · 希腊语

内容简介

描述了居住在埃塞俄比亚西部的“埃勒凡托马科伊”(象斗士)猎人的狩猎方法,详细介绍了他们如何从高树上监视单只大象,跃上其背部并冒着生命危险砍断其肌腱。

§3.26.1ταύτης δὲ τῆς χώρας εἰς τὰ πρὸς δυσμὰς μέρη πολὺ διεστηκότες Αἰθίοπες ὑπάρχουσιν Ἐλεφαντομάχοι κυνηγοί.
在这一地区的西方,相隔甚远处,居住着被称为“埃勒凡托马科伊”(象斗士)的猎人埃塞俄比亚人。
νεμόμενοι γὰρ δρυμώδεις καὶ πυκνοὺς τοῖς δένδρεσι τόπους παρατηροῦσι τῶν ἐλεφάντων τὰς εἰσόδους καὶ τὰς ἐκτροπάς, σκοπὰς ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ποιούμενοι· καὶ ταῖς μὲν ἀγέλαις αὐτῶν οὐκ ἐπιτίθενται διὰ τὸ μηδεμίαν ἐλπίδα ἔχειν κατορθώσεως, τοῖς δὲ καθʼ ἕνα πορευομένοις ἐπιβάλλουσι τὰς χεῖρας, παραδόξοις ἐγχειροῦντες τολμήμασιν.
他们生活在树木茂密、郁郁葱葱的地方,在最高的树上进行监视,观察大象的出入通道和岔路;他们不攻击大象的群体,因为他们完全没有成功的希望,而是对单独行进的大象下手,尝试令人难以置信的大胆举动。
§3.26.2ὅταν γὰρ τὸ ζῷον διεξιὸν γένηται κατὰ τὸ δένδρον ἐν ᾧ συμβαίνει τὸν σκοπεύοντα κεκρύφθαι, ἅμα τῷ παραλλάττειν τὸν τόπον ταῖς μὲν χερσὶν ἐδράξατο τῆς οὐρᾶς, τοῖς δὲ ποσὶν ἀντέβη πρὸς τὸν ἀριστερὸν μηρόν· ἔχων δʼ ἐκ τῶν ὤμων ἐξηρτημένον πέλεκυν, κοῦφον μὲν πρὸς τὴν ἀπὸ τῆς μιᾶς χειρὸς πληγήν, ὀξὺν δὲ καθʼ ὑπερβολήν, τοῦτον λαβόμενος ἐν τῇ δεξιᾷ χειρὶ νευροκοπεῖ τὴν δεξιὰν ἰγνύν, πυκνὰς καταφέρων πληγὰς καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς οἰακίζων τὸ ἴδιον σῶμα.
因为当大象经过监视者碰巧藏身的那棵树时,在通过该处的瞬间,那人便用双手紧紧抓住尾巴,双脚抵住左大腿;他肩上挂着一把斧头,其重量适合单手挥击,但极其锋利,他右手拿过这把斧头,左手控制着自己的身体,连续猛击,砍断大象右侧的膝窝腱。
παράδοξον δὲ ὀξύτητα τοῖς ἔργοις προσφέρουσιν, ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου· ἢ γὰρ χειρώσασθαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα.
他们在行动中表现出令人难以置信的迅速,就好像每个人面前都摆着一场以自己生命为赌注的决斗;因为要么制服这只野兽,要么自己死去,此外别无选择,形势不允许有其他任何结果。
§3.26.3τὸ δὲ νευροκοπηθὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσθαι καὶ συνεγκλινόμενον ἐπὶ τὸν πεπονθότα τόπον πίπτει καὶ τὸν Αἰθίοπα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποθλῖψαν τὸν ἄνθρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ.
而被砍断肌腱的野兽,有时因行动不便而无法转身,向受伤的一侧倾倒并倒下,将埃塞俄比亚人一同压死;有时则将人挤压在岩石或树木上,用体重压迫他,直到将其杀死。
§3.26.4ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον.
但有些大象由于极度痛苦,根本无法向袭击者进行反击,而是在平原上奔逃,直到袭击者不断跟进,用斧头在同一部位砍断肌腱,使野兽瘫痪。
ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται.
当野兽倒下时,他们便成群结队地跑过去,在大象还活着的时候,切下其后部的肉,开始饕餮大餐。

词汇与语法注释

  1. §3.26.2ἐδράξατο — 动词 ἐδράξατο(δράσσομαι“抓住”的不定过去时)以及随后的 ἀντέβη 并非表示过去发生的特定事件,而是作为表示习惯性或普遍真理的“格言式不定过去时”(gnomic aorist)使用。因此,它们被理解并翻译为现在时,与主句的现在时(如 νευροκοπεῖ 等)保持一致。
  2. §3.26.2ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου — 连词 ὡς 与助词 ἄν 引导属格绝对结构(ἄθλου ... προκειμένου),表示“仿佛……一般”的隐喻或虚拟语气情境。这里的 ἑκάστῳ 是在该分词所描述的情境中的利益与格(“对每个人而言”)。
  3. §3.26.4τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι — 完成时动词 ἀφεστήκασι(“远离”)支配表示分离的属格(带有定冠词的不定式 τοῦ ἀμύνεσθαι),字面意思是“远离反击袭击者”,即“根本谈不上反击”。该不定式的宾语是宾格的 τὸν ἐπιβουλεύσαντα(“策划阴谋者/袭击者”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.26.1-3.26.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.26.1-3.26.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。