Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.25.1-3.25.5

狩猎民库涅戈伊的捕猎与射术训练

第 186 段,共 406 段 · 希腊语

内容简介

本文介绍了居住在埃塞俄比亚邻近地区的猎人(库涅戈伊)的独特生活方式,包括他们在水源处捕猎野兽的方法以及在食物匮乏时的生存手段。此外,还详细描述了他们对年幼孩子进行严酷的射击训练以使其成为优秀猎人的过程。

§3.25.1τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ καλούμενοι Κυνηγοί, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δʼ οἰκεῖον ἔχοντες τῇ προσηγορίᾳ.
与埃塞俄比亚人相邻的地区由被称为“库涅戈伊”(猎人)的人们占领,他们人数适中,但过着与他们的名字相符的生活。
θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθʼ ὅπλων φοιτῶντες ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἐπὶ τῶν δένδρων.
因为他们的土地野兽成群且完全荒芜,而且泉水流动的溪流很少,所以由于对野兽的恐惧,他们睡在树上;天亮前后,他们带着武器前往水源汇集之处,将自己藏在森林里,并在树上进行监视。
§3.25.2κατὰ δὲ τὸν τοῦ καύματος καιρόν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτόν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρως προσφέρεται τὸ ὑγρόν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δʼ Αἰθίοπες, γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι, ῥᾳδίως καταπονοῦσι.
在天气炎热的时候,当野牛、豹子以及许多其他野兽前来饮水时,这些野兽由于极度的炎热和干渴而贪婪地喝水,直到喝饱;而埃塞俄比亚人则在它们身体变得沉重且行动迟缓时,从树上跳下来,使用火烧过的木棒、石头、甚至弓箭,轻易地将它们制服。
§3.25.3κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται.
他们成群结队地采用这种狩猎方式,以捕获的猎物之肉为食;虽然他们自己很少被最强悍的野兽杀死,但大多数情况下,他们用计谋制服了力量上的优势。
§3.25.4ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν· σποδίσαντες δὲ τὰς τρίχας τὰ δέρματα διαιροῦσι, καὶ κατεσθίοντες βεβιασμένως ἀναπληροῦσι τὴν ἔνδειαν.
但是,如果万一他们缺乏可猎捕的动物,他们就会将以前捕获的动物皮浸湿,放在微火上烤;在烧掉毛发后,他们将皮切开,勉强吞食以填补匮乏。
§3.25.5τοὺς δὲ ἀνήβους παῖδας γυμνάζουσιν ἐπὶ σκοπὸν βάλλειν, καὶ μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι.
他们训练未成年的孩子们射击目标,并且只给射中目标的孩子提供食物。
διὸ καὶ θαυμαστοὶ ταῖς εὐστοχίαις ἄνδρες γίνονται, κάλλιστα διδασκόμενοι ταῖς τοῦ λιμοῦ πληγαῖς.
因此,当他们长大成人时,他们的射击精准度令人惊叹,因为他们通过饥饿的鞭策得到了最完美的训练。

词汇与语法注释

  1. 3.25.1θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας — 以 τῆς χώρας 为主语的双重属格独立结构,由分词 οὔσης 和 ἐχούσης 构成。后者的分词 ἐχούσης 带有宾语 ὑδάτων ῥύσεις ναματιαίων ὀλίγας(泉水流动的少量溪流)。
  2. 3.25.2γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων — 属格独立结构。代名词 αὐτῶν 指前文中属格独立结构的主语——成群的野兽(βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους),描述它们因大量饮水而身体沉重且行动迟缓的状态。
  3. 3.25.3τὰ δὲ πολλά — 宾格的副词性用法,意为“大多数情况下”或“通常”。它与前句中的 σπανίως μὲν(很少)相对比,用以说明他们绝大多数狩猎的结果。
  4. 3.25.5μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι — 形容词 μόνοις 修饰 τοῖς ἐπιτυχοῦσι(射中目标的人),后者是与格形式的实词化不定过去时分词。该短语作为 διδόασι 的间接宾语,表达了“仅给射中目标者”这一限制性条件。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.25.1-3.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.25.1-3.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。