Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.26.1-3.26.4

象闘士エレファントマコイの大胆な象狩り

187 / 406 箇所 · ギリシア語

要旨

エチオピアの西側に住むエレファントマコイ(象闘士)と呼ばれる狩猟民が、木の上から象を監視し、一頭になった象の背後に飛び乗って斧で腱を切り裂き、命がけで象を狩る方法が説明される。

§3.26.1ταύτης δὲ τῆς χώρας εἰς τὰ πρὸς δυσμὰς μέρη πολὺ διεστηκότες Αἰθίοπες ὑπάρχουσιν Ἐλεφαντομάχοι κυνηγοί.
この地方の西方の部分には、大きく離れて、エレファントマコイ(象闘士)と呼ばれる狩猟民のエチオピア人たちが住んでいる。
νεμόμενοι γὰρ δρυμώδεις καὶ πυκνοὺς τοῖς δένδρεσι τόπους παρατηροῦσι τῶν ἐλεφάντων τὰς εἰσόδους καὶ τὰς ἐκτροπάς, σκοπὰς ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ποιούμενοι·
彼らは樹木のうっそうと生い茂った森深い土地に暮らし、最も高い木の上から監視を行いながら、象の出入りする通路や脇道を観察している。
καὶ ταῖς μὲν ἀγέλαις αὐτῶν οὐκ ἐπιτίθενται διὰ τὸ μηδεμίαν ἐλπίδα ἔχειν κατορθώσεως, τοῖς δὲ καθʼ ἕνα πορευομένοις ἐπιβάλλουσι τὰς χεῖρας, παραδόξοις ἐγχειροῦντες τολμήμασιν.
そして、成功の望みが全くないために象の群れには襲いかからず、一頭ずつで進んでいるものに手を下し、信じがたいほど大胆な試みに着手する。
§3.26.2ὅταν γὰρ τὸ ζῷον διεξιὸν γένηται κατὰ τὸ δένδρον ἐν ᾧ συμβαίνει τὸν σκοπεύοντα κεκρύφθαι, ἅμα τῷ παραλλάττειν τὸν τόπον ταῖς μὲν χερσὶν ἐδράξατο τῆς οὐρᾶς, τοῖς δὲ ποσὶν ἀντέβη πρὸς τὸν ἀριστερὸν μηρόν·
というのも、監視する者が隠れている木の下をその動物が通り過ぎる際、その場所を通り抜けるのと同時に、手で尾をしっかりと掴み、両足で左の腿を踏みつける。
ἔχων δʼ ἐκ τῶν ὤμων ἐξηρτημένον πέλεκυν, κοῦφον μὲν πρὸς τὴν ἀπὸ τῆς μιᾶς χειρὸς πληγήν, ὀξὺν δὲ καθʼ ὑπερβολήν, τοῦτον λαβόμενος ἐν τῇ δεξιᾷ χειρὶ νευροκοπεῖ τὴν δεξιὰν ἰγνύν, πυκνὰς καταφέρων πληγὰς καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς οἰακίζων τὸ ἴδιον σῶμα.
そして、肩から斧をぶら下げており、それは片手での打撃に適した軽さであるが、極めて鋭いもので、これを右手にとって、左手で自身の体をコントロールしながら、激しい打撃を何度も加え、右の膝窩を切りつけるのである。
παράδοξον δὲ ὀξύτητα τοῖς ἔργοις προσφέρουσιν, ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου·
彼らはその行動に信じがたいほどの迅速さを示すが、それはあたかも一人一人に自身の命をかけた勝負が課されているかのようである。
ἢ γὰρ χειρώσασθαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα.
なぜなら、その動物を退治するか、彼自身が死ぬかしか残されておらず、その状況は他のいかなる結果も許容しないからである。
§3.26.3τὸ δὲ νευροκοπηθὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσθαι καὶ συνεγκλινόμενον ἐπὶ τὸν πεπονθότα τόπον πίπτει καὶ τὸν Αἰθίοπα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποθλῖψαν τὸν ἄνθρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ.
腱を切られた動物は、ある時は動きが鈍いために振り向くことができず、傷ついた側へ傾いて倒れ、エチオピア人を道連れにして死に、またある時は、人間を岩や木に押しつけ、死ぬまでその体重で圧迫する。
§3.26.4ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον.
しかし、象の中には、激痛のあまり、襲撃者に反撃することなど思いもよらず、平原を逃げ回るものもいる。 攻撃する者が絶えず前進して斧で同じ箇所を切りつけ、ついに腱を切断してその動物を動けなくするまで。
ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται.
そして、その動物が倒れると、彼らは集団で駆け寄り、まだ生きているうちに後ろの部分から肉を切り取って宴会を始める。

語釈・文法注

  1. §3.26.2ἐδράξατο — 動詞 ἐδράξατο(δράσσομαι「掴む」のアオリスト)およびこれに続く ἀντέβη は、通常の時系列上の過去の出来事ではなく、習慣的・普遍的な事実を表現する「格言的アオリスト(gnomic aorist)」として使用されている。そのため、主節の現在形(νευροκοπεῖ 等)と同様に現在時制として解釈・翻訳される。
  2. §3.26.2ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου — 接続詞 ὡς と助辞 ἄν が属格絶対(ἄθλου ... προκειμένου)を導き、「あたかも〜であるかのように」という比喩的あるいは反実仮想的な状況を表現している。ここでの ἑκάστῳ は、分詞の形容する状況における利益の与格(「各人にとって」)である。
  3. §3.26.4τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι — 完了動詞 ἀφεστήκασι(「(〜から)遠く離れている」)が、分離の属格(定冠詞付き不定詞 τοῦ ἀμύνεσθαι)を伴い、「襲撃者に反撃することから遠く離れている」、すなわち「反撃するどころではない」という意味を形成している。不定詞の目的語は対格の τὸν ἐπιβουλεύσαντα(「謀略を企てた者=襲撃者」)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.26.1-3.26.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.26.1-3.26.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。