Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.24.1-3.24.4

食木族与食子族的树居生活及其悲惨结局

第 185 段,共 406 段 · 希腊语

内容简介

本节记述了食木族和食子族的生活习性、在树上自在攀爬的惊人身体素质,以及他们的社会秩序与因失明和饥饿导致的悲惨结局。

§3.24.1ἑπόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ οἱ Σπερματοφάγοι καλούμενοι.
紧随这些人之后的是被称为食木族和食子族的人。
τούτων δʼ οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν, καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς λεγομέναις βουνιάσιν, ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν.
在这些人中,后者(食子族)在夏天收集从树上落下的丰盛的果实,毫不费力地养活自己;而在其余的季节里,他们则食用生长在阴凉山谷中最为适口的草木;因为这种草木本质坚实,且拥有类似于所谓的芜菁的茎,足以填补必要食物的匮乏。
§3.24.2οἱ δὲ Ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται.
而食木族则与妻子儿女一同前往觅食地,他们爬上树木,食用树枝的嫩芽。
τοιαύτην δʼ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπʼ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων.
由于不断的练习,他们所有人爬到树枝顶端的身手如此敏捷,以至于所发生的事情令人难以置信;因为他们像鸟类一样从一棵树跳到另一棵树,并且毫无危险地攀爬在最细的树枝上。
§3.24.3ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται· κἂν τύχωσι πεσόντες ἀφʼ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα· καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις.
因为他们的身体极为瘦削和轻盈,每当他们失足时,便用双手抓住树枝;即使他们不巧从高处坠落,也因为身体轻盈而不会受到任何伤害;而且他们用牙齿咀嚼所有多汁的树枝,并在胃中轻易地消化。
§3.24.4οὗτοι δʼ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξὶν ἀκολούθως καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται.
这些人始终不穿衣服、赤身裸体地生活,并共同拥有妻子,因此他们也把出生的孩子视为大家共有的。
διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας.
他们为了争夺领地而用木棒武装起来互相厮杀,并用这些木棒抵御敌人,将被制服的人撕成碎片。
τελευτῶσι δʼ αὐτῶν οἱ πλεῖστοι λιμῷ καταπονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στερηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.
他们中的大多数人因饥饿折磨而死,那时他们的眼睛因白内障而失明,身体也随之失去了从这一感官中获得的必要用处。

词汇与语法注释

  1. 3.24.1τούτων δʼ οἱ μὲν — 意为“在这些人(食木族与食子族)中,前者(食子族)”,与下一节的 `οἱ δὲ Ὑλοφάγοι`(而食木族)形成对比。
  2. 3.24.1τὴν φύσιν — 关系宾格(或方面宾格),修饰形容词 `στερεὰ`(坚实),意为“在本质上”或“天生”。
  3. 3.24.2τοιαύτην δʼ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπʼ ἄκρους τοὺς κλάδους ἀναδρομὴν — 这是一个分置构文(hyperbaton),`τοιαύτην` 与其修饰的名词 `ἀναδρομὴν` 被严重隔开。该 `τοιαύτην` 与后文的 `ὥστε` 呼应,表示程度(“如此……以至于”)。
  4. 3.24.3κἂν τύχωσι πεσόντες — 连词 `κἄν`(即 καὶ ἐάν)与动词 `τυγχάνω` 搭配不定过去时分词 `πεσόντες` 的结构,带有假设语气,意为“即使他们不巧坠落”。
  5. 3.24.4ἀκολούθως — 意为“随之”、“相应地”的副词。在此表明,作为共同拥有妻子(`κοιναῖς δὲ χρώμενοι γυναιξὶν`)的逻辑结果,他们相应地也将所生的孩子视为共有。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.24.1-3.24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.24.1-3.24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。