§3.24.1ἑπόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ οἱ Σπερματοφάγοι καλούμενοι.
これらに続くのは、ヒュロパゴイ(木食民)およびスペルマトパゴイ(種食民)と呼ばれる人々である。
τούτων δʼ οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην·
これらのうち、一方(スペルマトパゴイ)は夏の間に、木から落ちる果実を、それが豊富にあるのだが、集めて苦労なく自らを養う。 また別の季節には、日陰になった谷間に生える草のうちで最も口に合うものを食べる。
στερεὰ γὰρ οὖσα τὴν φύσιν, καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς λεγομέναις βουνιάσιν, ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν.
なぜなら、それは本性上固く、いわゆるブーニアスに似た茎を持っており、必要な食物の欠乏を満たすからである。
§3.24.2οἱ δὲ Ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται.
他方、ヒュロパゴイは、子供や妻たちを連れて餌場へと出かけ、木々に登り、枝の柔らかい部分を食べる。
τοιαύτην δʼ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπʼ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον·
彼らは皆、絶え間ない鍛錬によって、枝の先端へと登る非常に優れた身のこなしを見せるため、その出来事は信じがたいほどである。
καὶ γὰρ μεταπηδῶσιν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων.
実際彼らは、鳥たちのように一本の木から別の木へと飛び移り、最も細い枝の上へも危険なく登る。
§3.24.3ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται·
というのも、彼らは身体の細さと軽さにおいて優れているため、足を踏み外したときには手で枝を掴むからである。
κἂν τύχωσι πεσόντες ἀφʼ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα·
そして、仮に高いところから落ちることがあっても、その軽さのために何ら傷を負わない。
καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις.
また、汁気のあるあらゆる枝を歯で噛み砕いて、胃の中で容易に消化する。
§3.24.4οὗτοι δʼ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξὶν ἀκολούθως καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται.
彼らは常に衣服をまとわずに裸で暮らし、妻たちを共有しているのに伴って、生まれた子供たちをも共有のものとみなしている。
διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας.
彼らは場所をめぐって、棒で武装して互いに戦い、これらの棒で敵を防ぎながら、打ち負かした者を力ずくで引き裂く。
τελευτῶσι δʼ αὐτῶν οἱ πλεῖστοι λιμῷ καταπονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στερηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.
彼らの大半は飢えに苦しんで死ぬ。 それは、彼らの目が白内障にかかって、その感覚からもたらされる不可欠な働きを身体が奪われるときである。