§3.23.1διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν.
在结束了对从巴比伦尼亚到阿拉伯湾沿岸居住之人的叙述后,我们将继续论述接下来的各个民族。
κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἄσαν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος.
因为在埃及上方的埃塞俄比亚境内,在被称为阿萨斯的河流旁,居住着食根族(利佐帕戈伊)。
ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως· ποιήσαντες δὲ καθαρὰς κόπτουσι λίθοις, μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες· ἔπειτα περιπλάσαντες χειροπληθιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν.
这些蛮族从邻近的土地上掘出芦苇的根,并十分用心地清洗;在将它们弄干净后,便用石头捣碎,直到加工物变得光滑且有粘性;随后,他们将其捏成手掌大小的块状,在阳光下晒烤,并终生以此为食。
§3.23.2ἀνεκλείπτους δʼ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήθους λεόντων πολεμοῦνται· ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ θήρας τῶν ἐλαττόνων θηρίων.
尽管他们拥有这种食物的无穷丰裕,并且彼此之间始终保持和平,但他们却遭受着大量狮子的侵害;因为周围的空气炽热无比,狮子们为了避暑,有些也为了捕猎较小的野兽,便从沙漠来到他们这里。
διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰθιόπων ὑπὸ τούτων τῶν θηρίων ἀναλίσκεσθαι συμβαίνει· ἀδυνατοῦσι γὰρ ὑφίστασθαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήθειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφθάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήθημα.
因此,那些从沼泽中走出来的埃塞俄比亚人往往会被这些野兽吞食;因为他们没有任何武器的协助,无法抵抗狮子的勇猛,如果不是大自然为他们提供了一种自发产生的帮助,他们的种族最终将会被彻底灭绝。
§3.23.3ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως γινομένης νηνεμίας περὶ τοὺς τόπους τοσοῦτο πλῆθος ἀθροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥστε τοὺς μὲν ἀνθρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους.
因为在天狼星升起时分,这些地方奇迹般地出现了无风的晴朗天气,聚集了如此数量庞大的蚊群,其威力远超我们所熟知的蚊子,以至于人们逃进沼泽湖泊中便不会受到任何伤害,而所有的狮子则由于一方面遭受叮咬的痛苦,另一方面又被其振翅的声响吓破了胆,纷纷逃离了这些地方。