§3.23.1διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν.
バビロニアからアラビア湾に至る沿岸に住む人々についての記述を終えたので、我々はこれらに続く諸民族について論じることにしよう。
κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἄσαν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος.
というのも、エジプトの上方のエチオピアにおいて、アサスと呼ばれる川の近くに、リゾパゴイ(根食民)の民族が住んでいるからである。
ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως·
この蛮族たちは、近隣の土地から葦の根を掘り出し、入念に洗う。
ποιήσαντες δὲ καθαρὰς κόπτουσι λίθοις, μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες·
そして、それらをきれいにした上で、石で叩き潰し、その加工物が滑らかで粘り気のあるものになるまで続ける。
ἔπειτα περιπλάσαντες χειροπληθιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν.
その後、手で握れるほどの大きさの塊に形作り、太陽の光で焼き、生涯を通じてこの食物を食べて過ごす。
§3.23.2ἀνεκλείπτους δʼ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήθους λεόντων πολεμοῦνται·
彼らはこの食物の絶え間ない豊かさを持ち、常に互いに平和に暮らしているものの、多数のライオンによって攻撃される。
ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ θήρας τῶν ἐλαττόνων θηρίων.
というのも、周囲の空気が灼熱であるため、ライオンたちが日陰を求めて、またあるものは小さな獣たちを狩るために、砂漠から彼らのところへとやって来るからである。
διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰθιόπων ὑπὸ τούτων τῶν θηρίων ἀναλίσκεσθαι συμβαίνει·
それゆえ、沼地から出てくるエチオピア人たちが、これらの獣によって食い殺されるということが起こる。
ἀδυνατοῦσι γὰρ ὑφίστασθαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήθειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφθάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήθημα.
なぜなら彼らは、武器による助けを一切持たないため、ライオンの強大な力に立ち向かうことができず、もし自然が彼らに何らかの自ずと生じる助けを施さなかったならば、最終的には彼らの種族は完全に滅びていたであろうからである。
§3.23.3ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως γινομένης νηνεμίας περὶ τοὺς τόπους τοσοῦτο πλῆθος ἀθροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥστε τοὺς μὲν ἀνθρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους.
というのも、犬の昇る頃に、その地域に不思議なことに風の凪いだ状態が生じ、我々に知られているものをはるかに凌ぐ力を持った、非常に多くの蚊の群れが集まるので、人間たちは湿地帯の湖に逃げ込んで何ら害を受けない一方、ライオンたちは、一方では刺されることに苦しみ、他方ではその羽音に怯えて、皆その地域から逃げ去るからである。