Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.22.1-3.22.4

巴比伦尼亚沿岸居民的捕鱼陷阱与储鱼法

第 183 段,共 406 段 · 希腊语

内容简介

描述了巴比伦尼亚沿岸居民独特的捕鱼和储鱼技术,他们利用随潮汐自动启闭的芦苇门,或者通过挖掘带有水闸的沟渠来截留并随时获取丰盛的鱼类。

§3.22.1ἡ δὲ κατὰ τὴν Βαβυλωνίαν παράλιος συνάπτει μὲν ἡμέρῳ καὶ καταφύτῳ χώρᾳ, τοσοῦτο δέ ἐστι πλῆθος τῶν ἰχθύων τοῖς ἐγχωρίοις ὥστε τοὺς ἀναλίσκοντας μὴ δύνασθαι ῥᾳδίως περιγενέσθαι τῆς δαψιλείας.
另一方面,巴比伦尼亚沿岸与开垦且植树的土地相接,而对当地人来说,鱼类的数量如此之多,以至于消费它们的人无法轻易战胜这种丰裕。
§3.22.2παρὰ γὰρ τοὺς αἰγιαλοὺς ἱστᾶσι καλάμους πυκνοὺς καὶ πρὸς ἀλλήλους διαπεπλεγμένους, ὥστε τὴν πρόσοψιν ὁμοίαν εἶναι δικτύῳ παρὰ θάλατταν ἑστηκότι.
因为他们在海岸边竖起茂密且互相编织在一起的芦苇,使其外观就像立在海边的网。
κατὰ δὲ πᾶν τὸ ἔργον ὑπάρχουσι πυκναὶ θύραι, τῇ μὲν πλοκῇ ταρσώδεις, τὰς στροφὰς δʼ ἔχουσαι πρὸς τὰς εἰς ἑκάτερα τὰ μέρη κινήσεις εὐλύτους.
在整个结构上,密布着一扇扇门,其编织方式如竹编一般,并且它们的转轴为了能向两边自由活动而设计得十分灵活。
ταύτας ὁ κλύδων φερόμενος μὲν εἰς τὴν γῆν κατὰ τὸν τῆς πλημυρίδος καιρὸν ἀνοίγει, παλισσυτῶν δὲ κατὰ τὴν ἄμπωτιν ἀποκλείει.
这些门在涨潮时,被向陆地涌来的海浪冲开,而在退潮时,被退回的海浪关上。
§3.22.3διόπερ συμβαίνει καθʼ ἑκάστην ἡμέραν πλημυρούσης μὲν τῆς θαλάττης ἐκ βυθοῦ τοὺς ἰχθῦς συνεκφερομένους διὰ τῶν θυρῶν παρεισπίπτειν, ἀναχωρούσης δὲ μὴ δύνασθαι τοῖς ὑγροῖς συνδιαρρεῖν διὰ τῆς τῶν καλάμων πλοκῆς.
因此,每天当海潮上涨时,鱼群从深海被一同带出,穿过这些门溜进去,而当海水退去时,由于芦苇的编织,它们无法随水流一同漏出。
διὸ καὶ παρὰ τὸν ὠκεανὸν ἐνίοτε σωροὺς ἰχθύων σπαιρόντων ὁρᾶν ἔστι γινομένους, οὓς ἀναλεγόμενοι συνεχῶς οἱ πρὸς τούτοις τεταγμένοι δαψιλεῖς ἀπολαύσεις ἔχουσι καὶ μεγάλας προσόδους.
因此,有时在洋岸边能看到堆积着正在挣扎跃动的鱼群,被专门负责此事的人们不断拾取,从而获得了丰厚的享用与巨大的收益。
§3.22.4ἔνιοι δὲ τῶν περὶ τοὺς τόπους διατριβόντων, πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης, τάφρους ὀρύττουσιν ἀπὸ θαλάττης εὐρείας ἐπὶ πολλοὺς σταδίους μέχρι ἰδίων ἐπαύλεων, ῥαβδωτὰς δὲ θύρας ἐπʼ ἄκρας αὐτὰς ἐπιστήσαντες ἀναβαινούσης μὲν τῆς πλημυρίδος ἀνοίγουσιν, εἰς δὲ τοὐναντίον μεταπιπτούσης κλείουσιν.
此外,居住在该地区的一些人,由于土地平坦且低洼,便从海边向自己的庄稼院挖掘宽阔的沟渠,长达数里,并在沟渠的最顶端安装了栅栏门,在涨潮上升时将门打开,而在潮水转向相反方向退去时将门关闭。
εἶτα τῆς μὲν θαλάττης διὰ τῶν τῆς θύρας ἀραιωμάτων ἀπορρεούσης, τῶν δʼ ἰχθύων ἀποληφθέντων ἐν ταῖς τάφροις, ταμιεύονται καὶ λαμβάνουσιν ὅσους ἂν προαιρῶνται καὶ καθʼ ὃν ἂν χρόνον βούλωνται.
随后,海水通过门的缝隙流出,而鱼群则被截留在沟渠中,他们便借此储备鱼类,随时随地获取自己想要任意数量的鱼。

词汇与语法注释

  1. 3.22.1περιγενέσθαι τῆς δαψιλείας — 动词 περιγίγνομαι 支配属格,意为“克服、战胜”。在此处用作比喻,指“战胜这种丰裕”,即完全消耗掉极其庞大数量的鱼类。
  2. 3.22.2τὰς στροφὰς δʼ ἔχουσαι πρὸς τὰς εἰς ἑκάτερα τὰ μέρη κινήσεις εὐλύτους — 在此结构中,分词 ἔχουσαι 支配直接宾语 τὰς στροφάς,而形容词 εὐλύτους 作宾语补足语(谓语性用法),意为“使它们的转轴在双向活动时保持灵活”。
  3. 3.22.4πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης — 属格独立结构,说明主句行为的原因:“由于土地平坦且低洼”。
  4. 3.22.4ἐπʼ ἄκρας αὐτὰς — 形容词 ἄκρος 表示名物部分的用法。与代词 αὐτάς(指代沟渠 τάφρους)连用,表示“在它们的最顶端”或“在它们的尽头”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.22.1-3.22.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.22.1-3.22.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。