§3.21.1ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου.
我们还必须谈谈所谓的食龟人,以及他们维持其整个生活方式的情况。
νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι.
因为在外洋中,靠近陆地的地方分布着许多岛屿,数量虽多,但面积狭小且地势低平,不产任何无论是栽培的还是野生的果实。
ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην.
在这些岛屿之间,由于它们分布得十分稠密,因而不会产生波浪,因为海浪在岛屿的边缘便已碎裂,而大量的海龟则栖息在这些地方,从四面八方逃往因平静而产生的避难所。
§3.21.2αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δʼ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους.
这些海龟在夜间待在深海中,忙于觅食,而白天则来到岛屿之间的海面,将甲壳朝着太阳、漂浮着睡觉,其外貌非常类似于倾覆的小舟;因为它们的体型异常庞大,绝不亚于最小的渔船。
§3.21.3οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον.
居住在岛上的野蛮人便趁着这个时候静静地向海龟游去;当他们接近海龟的左右两侧时,一些人向下压,另一些人向上抬,直到这只动物翻转过来仰面朝天。
§3.21.4ἔπειθʼ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων.
接着,一些人从两侧控制着这个庞然大物的方向,以免这只动物翻转回来并利用天然的自救手段游走而逃入深海;同时,另一个人拿着一根长绳绑在它的尾巴上,向着陆地游去,将这只动物牵引并拖上岸,而最初发起袭击的人们也一同协助运送。
§3.21.5ὅταν δʼ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφʼ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι μιᾷ χάριτι πολλὰς χρείας· τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.
当他们把它运到岛上时,将所有的内脏肉在阳光下稍微炙烤一下便尽情享用,而它们那船形的甲壳,他们既用于为了取水而渡海前往大陆,也用于建造住所——将甲壳倒扣在高处,以至于在大自然看来,似乎以单一的恩赐便赋予了他们许多种用途;因为这同一件东西对他们而言既是食物,又是容器、房屋和船只。
§3.21.6οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες.
在离这些岛屿不远处,居住在沿海的野蛮人过着极不稳定的生活。
διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας· καθʼ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις.
因为他们靠搁浅在岸上的鲸鱼等巨兽为生,有时由于发现的野兽体型巨大而拥有丰盛的食物,有时由于出现空置期,便因匮乏而陷入悲惨的境地;也正是在那个时候,由于缺乏食物,他们被迫去处理陈年骨头的软骨和肋骨末端的突起。
τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτʼ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν.
总而言之,鱼食人的部落有这么多,他们过着这样的生活。