§3.20.1ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν·
然而,鱼食人中的一个部落拥有这样的住所,以至于给那些热衷于探索此类事物的人带来了极大的困惑。
ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρʼ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι.
因为有些人定居于陡峭的峡谷中,从一开始人类就无法抵达那里,其上方有高耸且四壁陡峭的巨石笼罩,两侧有无法接近的悬崖夺去通路,其余的一侧则由大海界定,这片海既无法徒步穿过,他们又完全不使用木筏,而且对于我们所拥有的那种船只也毫无概念。
§3.20.2τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δʼ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο.
由于关于他们存在着如此的困惑,我们只能说他们是土著居民,根本没有最初世代的起点,而是自古以来一直存在,正如一些自然哲学家对所有自然现象所宣称的那样。
§3.20.3ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιθανότητος τὴν μὲν ἀκοὴν πειθούσης, τὴν δʼ ἀλήθειαν οὐδαμῶς εὑρισκούσης.
然而,由于对此类事物的理解是我们无法企及的,这并不妨碍那些发表最多言论的人其实了解得最少,仿佛言辞中的合理性虽能说服听觉,却绝无法发现真理。