§3.21.1ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου.
私たちはまた、いわゆる亀食人についても、彼らがその生活の全容をどのような状態に保っているか、語らねばならない。
νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι.
というのも、外洋には陸地の近くに島々が横たわっており、数は非常に多いが、大きさは小さく、平坦であって、栽培された果実も野生の果実も実らせないからである。
ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην.
これらの島々では、島が密集しているために波は立たず、大波は島の突端で砕け散り、一方で海亀の群れがこの地域に棲息しており、静穏な海がもたらす避難所を求めて四方から逃れてくる。
§3.21.2αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δʼ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις·
彼女らは、夜間は深海で過ごして餌を食べることに従事するが、昼間は島々の間の海へと通い、その甲羅を太陽に向けて水面に浮かんだ状態で眠る。
ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους.
その外見は覆った小舟に非常に似ており、なぜなら彼女らは並外れた大きさであり、最も小さな漁船にも劣らないからである。
§3.21.3οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις·
島々に住む未開人たちは、この時間を見計らって亀に向かって静かに泳いで近づく。
πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον.
そして、左右の側のそれぞれに近づくと、ある者たちは押し下げ、他の者たちは押し上げ、その結果その動物が仰向けになるようにする。
§3.21.4ἔπειθʼ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων.
それから、ある者たちは両側からその巨体全体を舵取りし、その動物が身を翻して自然に備わった助けで泳いで深海へと逃げ去ってしまわないようにする。 一方で、一人が長い紐を持ってそれを尾に結びつけ、陸地へと泳いでその動物を陸へと引いて移動させ、最初に襲撃を行った者たちも一緒に付き添って運んでいく。
§3.21.5ὅταν δʼ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφʼ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι μιᾷ χάριτι πολλὰς χρείας·
彼らが島へと運び出すと、内部のすべての肉を太陽で少しの間あぶってごちそうとして食べる。 そして、ボートの形をした甲羅を、水を手に入れるために行う本土への渡航のため、また、高い場所にそれを伏せて置くことで住居とするために用い、その結果、彼らにとっては自然が一つの恵みによって多くの便益を贈ったかのように思われる。
τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.
というのも、同じものが彼らにとって食物であり、容器であり、家であり、船であるからである。
§3.21.6οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες.
これらからそれほど離れていない沿岸部を、不安定な暮らしをしている未開人たちが暮らしている。
διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας·
というのも、彼らは陸に打ち上げられるクジラ類から栄養を得ており、見つかる獣たちの大きさのおかげで、ある時は豊富な食物を手にするが、またある時は打ち上げの間隔が途切れるために欠乏によって悲惨な目に遭うからである。
καθʼ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις.
まさにそのような時期に、彼らは新鮮な食物の不足のために、古い骨の軟骨や肋骨の先端の突起を加工することを強いられる。
τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτʼ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν.
このように、魚食人の部族はこれほど多く存在し、彼らはこのような生活を送っているのである、概略して言えば。