Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.2.1-3.2.4

埃塞俄比亚人的起源与敬虔传统

第 163 段,共 406 段 · 希腊语

内容简介

本文论证了埃塞俄比亚人是全人类的始祖,其土地最先孕育了生命,且他们最先确立了对神明的崇拜,并引用荷马的诗句作为其虔敬品质的见证。

§3.2.1Αἰθίοπας τοίνυν ἱστοροῦσι πρώτους ἀνθρώπων ἁπάντων γεγονέναι, καὶ τὰς ἀποδείξεις τούτων ἐμφανεῖς εἶναί φασιν.
因此,人们记载道,埃塞俄比亚人是全人类中最先出现的,并声称这些事的证明是显而易见的。
ὅτι μὲν γὰρ οὐκ ἐπήλυδες ἐλθόντες, ἀλλʼ ἐγγενεῖς ὄντες τῆς χώρας δικαίως αὐτόχθονες ὀνομάζονται, σχεδὸν παρὰ πᾶσι συμφωνεῖσθαι· ὅτι δὲ τοὺς ὑπὸ τὴν μεσημβρίαν οἰκοῦντας πιθανόν ἐστι πρώτους ὑπὸ τῆς γῆς ἐζωογονῆσθαι, προφανὲς ὑπάρχειν ἅπασι· τῆς γὰρ περὶ τὸν ἥλιον θερμασίας ἀναξηραινούσης τὴν γῆν ὑγρὰν οὖσαν ἔτι κατὰ τὴν τῶν ὅλων γένεσιν καὶ ζωογονούσης, εἰκὸς εἶναι τὸν ἐγγυτάτω τόπον ὄντα τοῦ ἡλίου πρῶτον ἐνεγκεῖν φύσεις ἐμψύχους.
因为一方面,他们并非作为移民而来,而是作为该土地的土著,理所当然地被称为“原住民”,这几乎在所有人中都是公认的;另一方面,居住在南方下的人们最先由大地赋予生命,这在所有人看来都是显而易见的;因为在宇宙诞生之初,太阳的热量使依然潮湿的大地干燥并赋予生命,最接近太阳的地方最先孕育出有生命的自然之物,这是合乎情理的。
§3.2.2φασὶ δὲ παρʼ αὐτοῖς πρώτοις καταδειχθῆναι θεοὺς τιμᾶν καὶ θυσίας ἐπιτελεῖν καὶ πομπὰς καὶ πανηγύρεις καὶ τἄλλα διʼ ὧν ἄνθρωποι τὸ θεῖον τιμῶσι· διὸ καὶ τὴν παρʼ αὐτοῖς εὐσέβειαν διαβεβοῆσθαι παρὰ πᾶσιν ἀνθρώποις, καὶ δοκεῖν τὰς παρʼ Αἰθίοψι θυσίας μάλιστʼ εἶναι τῷ δαιμονίῳ κεχαρισμένας.
他们还声称,在他们那里最先确立了敬奉神明、举行祭祀、游行、节日以及人类敬奉神灵的其他仪式;因此,他们之间的虔敬在所有人中广为人知,且在埃塞俄比亚人那里的祭祀似乎最蒙神灵喜悦。
§3.2.3μάρτυρα δὲ τούτων παρέχονται τὸν πρεσβύτατον σχεδὸν καὶ μάλιστα τῶν ποιητῶν θαυμαζόμενον παρʼ Ἕλλησι· τοῦτον γὰρ κατὰ τὴν Ἰλιάδα παρεισάγειν τόν τε Δία καὶ τοὺς ἄλλους μετʼ αὐτοῦ θεοὺς ἀποδημοῦντας εἰς Αἰθιοπίαν πρός τε τὰς θυσίας τὰς ἀπονεμομένας αὐτοῖς κατʼ ἔτος καὶ εὐωχίαν κοινὴν παρὰ τοῖς Αἰθίοψι, "Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο. "
他们提出希腊人中几乎最古老且最受推崇的诗人作为这些事的见证者;因为他们在《伊利亚特》中引入了宙斯以及随同他的其他神明,他们前往埃塞俄比亚,去接受每年献给他们的祭祀以及在埃塞俄比亚人那里的共同宴席:“因为宙斯昨日前往俄刻阿诺斯,到无瑕的埃塞俄比亚人那里参加宴会,所有的神明也一同前往。
§3.2.4λέγουσι δὲ καὶ τῆς εἰς τὸ θεῖον εὐσεβείας φανερῶς αὐτοὺς κομίζεσθαι τὰς χάριτας, μηδέποτε δεσποτείας ἐπήλυδος πεῖραν λαβόντας· ἐξ αἰῶνος γὰρ ἐν ἐλευθερίᾳ μεμενηκέναι καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ, πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων ἐπʼ αὐτούς,
” 他们还说,他们显然因对神灵的虔敬而获得了恩惠,从未体验过外来的统治;因为他们自古以来就一直生活在自由和彼此的和睦之中,尽管有许多强大的势力曾对他们发起过远征,

词汇与语法注释

  1. §3.2.1συμφωνεῖσθαι — 此不定式以及接下来的 ὑπάρχειν 和 εἰκὸς εἶναι 是依赖于主动词 φασίν 的间接引语不定式。连词 ὅτι 在此引导名词性从句,整个从句作为被动不定式 συμφωνεῖσθαι 的主语。
  2. §3.2.1τῆς γὰρ περὶ τὸν ἥλιον θερμασίας — 以 τῆς ... θερμασίας 为逻辑主语,分词 ἀναξηραινούσης 和 ζωογονούσης 为谓语的属格绝对结构,用以说明宇宙诞生初期太阳热量作用的原因或时间。
  3. §3.2.2καταδειχθῆναι — 依赖于主动词 φασί 的被动不定式。其后以 θεοὺς τιμᾶν(敬奉神明)开始的一系列不定式从句及名词短语,作为该被动不定式的主语。
  4. §3.2.3παρεισάγειν — 间接引语的不定式,以诗人(荷马)为主语。它以宾格的 τόν τε Δία καὶ τοὺς ἄλλους ... θεοὺς 为直接宾语,并以现在分词 ἀποδημοῦντας 为宾语补足语,用以描绘神明们出行时的场景。
  5. §3.2.4πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων — 以 πολλῶν καὶ δυνατῶν 为主语的属格绝对结构。在上下文中表示让步(“尽管许多强大的势力曾发起远征”),与他们一直保持自由形成对比。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.2.1-3.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.2.1-3.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。