Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.1.1-3.1.3

前两卷回顾与埃塞俄比亚等族记述计划

第 162 段,共 406 段 · 希腊语

内容简介

在简要回顾了前两卷关于埃及和亚洲历史的内容之后,作者指出第三卷将继续阐述埃塞俄比亚人、利比亚人以及大西洋人的历史与风俗。

§3.1.1τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρʼ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων, §3.1.2ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθʼ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν· ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρʼ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων.
在本书之前的两卷中,第一卷包含在埃及的古代君主的功绩,以及在埃及人中所传说的关于神明之神话,此外还有关于尼罗河、在该国(即埃及)生长的作物与各类动物,以及关于埃及的地理位置、当地人的习俗和法庭;第二卷则包含古代由亚述人在亚洲所完成的功绩,其中有塞弥拉弥斯的出生与崛起,在此期间(即其崛起期间)她建立了巴比伦和许多其他城市,并率领大军远征印度;接下去是关于迦勒底人及其对星象的观测,关于阿拉伯及其境内的奇观,关于塞人(斯基泰人)的王国,关于亚马逊人,最后是关于超北方人。
§3.1.3ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.
而在这一卷中,我们加上与此前叙述的历史相连续的内容,详细阐述埃塞俄比亚人、利比亚人以及被称为大西洋人的情况。

词汇与语法注释

  1. §3.1.1τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν — 带有分词 οὐσῶν 的属格独立结构。它提供了前两卷这一事实背景,并在语义上为随后分述的 ἡ μὲν πρώτη(第一卷)和 ἡ δὲ δευτέρα(第二卷)作了部分格性质的铺垫。
  2. §3.1.1τῶν ἐν αὐτῇ φυομένων καρπῶν — 人称代词 αὐτῇ 为阴性单数与格,其先行词是更早出现的阴性名词“埃及”(Αἴγυπτον),而非紧邻的阳性名词“尼罗河”(Νείλου)。
  3. §3.1.2καθʼ ἣν — 关系代词 ἣν 为阴性单数宾格(与介词 κατά 缩合为 καθʼ),先行词为阴性单数名词 αὔξησις(崛起/成长,或指代“出生与崛起”这一整体概念),意为“在此期间”或“在其崛起过程中”。
  4. §3.1.2ἡ δὲ δευτέρα — 第一句中的动词 περιέχει(包含、涉及)在此处作为主语 ἡ δὲ δευτέρα(第二卷)的谓语被省略并承接。后半部分的 ἑξῆς δὲ περὶ...(接下去是关于……)同样受该省略动词支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.1.1-3.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.1.1-3.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。