Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.3.1-3.3.7

埃塞俄比亚人的不屈历史与埃及文明起源说

第 164 段,共 406 段 · 希腊语

内容简介

回顾了埃塞俄比亚人从未屈服于外来入侵者的历史,并论证了埃及的国土形成、文化、文字以及宗教制度均起源于埃塞俄比亚。

§3.3.1μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου.
然而,没有一人的企图得以得逞。
Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι· Σεμίραμιν δέ, τῷ μεγέθει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰθιοπίας προελθοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔθνος στρατείαν· τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς.
因为冈比西斯曾率大军远征,却全军覆没,且自身也陷入彻底毁灭的危险中;而以企图与功绩之宏大而闻名的塞弥拉弥斯,在仅深入埃塞俄比亚少许之后,便放弃了对整个民族的远征;至于赫拉克勒斯和狄奥尼索斯一行,虽然他们席卷了整个有人居住的世界,却唯独没有征服埃及之上的埃塞俄比亚人,这既是因为这些人的虔敬,也是因为这一企图的难以攻克。
φασὶ δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας.
他们还说,埃及人也是他们的殖民者,由奥西里斯领导了这次殖民。
§3.3.2καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν· ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι.
因为他们说,总的来看,现在的埃及在宇宙最初形成时并非陆地,而是海洋;然而后来,随着尼罗河在泛滥时从埃塞俄比亚带下泥沙,这里便逐渐被填积成了陆地。
ὅτι δʼ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου· §3.3.3καθʼ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα.
而他们的整个国家都是由河流泥沙淤积而成的,这在尼罗河口发生的事情中有着最显而易见的证明;因为每年,随着新的泥沙不断积聚在河口,可以看到海洋被淤积物向外推挤,而陆地则在不断增长。
τὰ δὲ πλεῖστα τῶν νομίμων τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι.
此外,在埃及人中的大多数习俗也都是埃塞俄比亚式的,因为那些被殖民的人们保留了古老的习惯。
§3.3.4τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθʼ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν· §3.3.5διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δʼ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις.
因为无论是将他们的国王视为神明,还是对他们的葬礼投入最大的关注,以及做许多其他类似的事情,都是埃塞俄比亚人的做法,且雕像的形象和文字的类型也都是埃塞俄比亚式的;因为在埃及人中有两种文字,被称为俗体字(民用文字)的由所有人学习,而被称为神圣文字的,在埃及人中仅由祭司知晓,他们从父亲那里秘密学得,但在埃塞俄比亚人中,所有人都在使用这些字形。
§3.3.6τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρʼ ἀμφοτέροις τοῖς ἔθνεσι· καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας· τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι.
两国的祭司组织也有着相似的建制;因为所有从事神明服务的人都保持洁净,同样剃光头发,穿着相同的长袍,且他们手持的权杖形如犁具,持有该权杖的国王们则佩戴着长帽,帽子顶端有圆顶(脐形突起),并被被称为角蝰(或眼镜蛇)的蛇环绕;这一标志似乎在暗示,凡敢于袭击国王的人,必将遭遇致命的咬伤。
§3.3.7πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.
关于他们自身的古老以及埃及人的殖民,他们还说了许多其他的事情,这些事情没有必要急于写下来。

词汇与语法注释

  1. §3.3.1μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου. — 不带显式主格名词的属格独立结构(Genitive Absolute)。代词 μηδενός 作为分词的属格主语,καθικομένου 是 καθικνέομαι 的第二不定过去时中间语态分词。动词 καθικνέομαι(意为“达到”、“实现”)支配属格宾语 τῆς ἐπιβολῆς。
  2. §3.3.1Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν — 由连词 γάρ 引导,开始了一系列不定式从句(ἀποβαλεῖν、κινδυνεῦσαι、ἀπογνῶναι、μὴ καταπολεμῆσαι)。它延续了前文(如 §3.2.4 中的 λέγουσι 或 §3.2.2 中的 φασί)中“说”类动词所支配的间接引语(对格与不定式结构)。主句的“说”类动词被省略,但需在理解中补充。
  3. §3.3.1τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον — 介词 περί 加上对格的惯用短语“οἱ περί τινα”,在古典和希腊化希腊语中可表示“某人的同伴/随从”,或仅指该主要人物本身(此处指赫拉克勒斯和狄奥尼索斯)。在此语境中,它直接指代这两位人物(及其军队)本身。
  4. §3.3.2ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι. — 表示原因或手段的介词 ἐκ 与冠词性属格不定式(τοῦ προσχωσθῆναι,动词 προσχώννυμι“淤积、填平”的第一不定过去时被动不定式)的结合,中间夹有副词短语 κατʼ ὀλίγον(“逐渐地”),意为“由于被逐渐淤积”。
  5. §3.3.6τοὺς ἐπιθέσθαι τολμήσοντας — 带冠词的将来时分词(τοὺς τολμήσοντας,动词 τολμάω 的将来时活动分词),表示未来的意图或“将敢于做某事的人”。它支配不定式 ἐπιθέσθαι(动词 ἐπιτίθημι 的第二不定过去时中间语态不定式,意为“袭击、攻击”,支配与格),整句意为“那些将敢于发动袭击(指攻击国王)的人”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.3.1-3.3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.3.1-3.3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。