Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.19.1-3.19.6

鱼食人的多样住所与水葬习俗

第 180 段,共 406 段 · 希腊语

内容简介

本文介绍了鱼食人根据环境采用的四种居住方式(朝北的洞穴、鲸鱼肋骨、交织的橄榄树以及压实海藻中的地下通道),并描述了他们将死者抛入海中喂鱼的独特循环埋葬习俗。

§3.19.1οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι.
然而,这些部落并不使用相同的住所,而是居住在根据环境特性而改变的住所中。
τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας· τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ δια τὴν τοῦ καύματος ὑπερβολήν.
因为有些人居住在主要朝北的洞穴中,利用深邃的阴影和周围吹拂的微风使自己凉爽;而那些朝南的洞穴,其热度堪比烤炉,由于酷热难耐,人类无法接近。
§3.19.2οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀθροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν· τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι.
另一方面,那些缺少朝北洞穴的人,则收集从海中冲上岸的鲸鱼肋骨;由于这些东西非常丰富,他们将两边互相倾斜的拱架编织在一起,并用新鲜的海草将它们缠绕起来。
σκεπαζομένης οὖν τῆς καμάρας, ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης.
当拱顶被这样覆盖后,他们便在其中躲避最酷烈的炎热,自然的需求向他们展示了一种自学成才的技能。
§3.19.3τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχθυοφάγοις τῆς σκηνώσεως τοιοῦτος.
鱼食人的第三种居住方式如下。
ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν περὶ τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ θαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ.
在这些地方生长着非常多的橄榄树,它们的根部受到海水的冲刷,叶子茂密,结出的果实类似于栗子。
§3.19.4ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἰδιαζούσαις σκηναῖς ἐμβιοῦσιν·
他们通过将这些树木互相编织在一起,形成一片连续的树荫,生活在独特的帐篷里。
ἅμα γὰρ ἐν γῇ καὶ θαλάττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορθούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα.
因为他们同时在陆地和海洋中度过时光,过得十分惬意,利用枝条的阴影躲避阳光,通过波浪不断的冲刷来调节该地区自然产生的炎热,并利用适时吹来的微风使身体得到放松。
ῥητέον δʼ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως.
我们还必须谈谈第四种居住方式。
§3.19.5ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ.
因为自古以来,这里堆积了海量的海藻,高如山丘;这在波浪不断的撞击下被压实,具有坚硬的性质,并与沙子交织在一起。
ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν.
因此,他们在这些堆积物中挖掘出一人高的地下通道,留出顶部作为屋顶,并在下方建造细长且互相连通的通道。
ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.
在这些通道中,他们使自己凉爽并免受痛苦,当波浪涌来时,他们便跳出来忙于捕鱼;而当退潮时,他们又一起回到前述通道中,尽情享用所捕获的猎物。
§3.19.6τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα.
对于死去的人,他们在退潮时将其遗体弃置,而当满潮来临时,则将遗体抛入海中。
διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρʼ ὅλον τὸν αἰῶνα.
因此,通过使他们自己的埋葬成为鱼类的食物,他们在整个生命周期中,以一种独特的方式过着循环往复的生活。

词汇与语法注释

  1. 3.19.1διηλλαγμέναις — 动词 διαλλάττω 的完成时被动分词与格复数形式,在此作形容词使用,意为“改变的、不同的或适应的”。它与前句的 οὐχ ὁμοίαις(非单一、不一律的)相呼应,表示他们的住所根据环境的具体特性而各自做出了调整。
  2. 3.19.2κύρτας πρὸς ἀλλήλας νενευκυίας — κύρτη 通常指鱼笼或捕鱼网,但在这里指的是通过使鲸鱼肋骨弯曲并互相支撑而形成的“拱状梁架结构”。阴性复数完成时主动分词 νενευκυίας(源自 νεύω,“倾斜”)修饰它,描绘了肋骨从两侧倾斜并在顶部交会,从而构成屋顶骨架的情景。
  3. 3.19.5ἀλύπους κατασκευάζουσι — 形容词 ἄλυπος(无痛苦的、无害的)的宾格复数形式,修饰短语中的反身代名词 ἑαυτούς,意为“使他们自己处于无痛苦的状态”(即免受酷热之苦,过得舒适)。此处亦可理解为起宾语补足语的作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.19.1-3.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.19.1-3.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。