Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.19.1-3.19.6

魚食人の多様な住居と海への水葬習俗

180 / 406 箇所 · ギリシア語

要旨

魚食人たちの環境に応じた4つの住居形態(北向きの洞窟、クジラの肋骨、オリーブの木陰、堆積した海草の地下道)と、死者を海に投じて魚の餌とする彼ら独特の循環的な埋葬習慣が紹介される。

§3.19.1οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι.
しかし、これらの部族は一様ではない住居を用いており、環境の特性に合わせて異なった住居で暮らしている。
τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας·
というのも、ある者たちは主として北を向いた洞窟に住んでおり、そこでは影の深さと周囲を吹き抜ける微風のおかげで身を涼めているからである。
τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ δια τὴν τοῦ καύματος ὑπερβολήν.
なぜなら、南を向いている洞窟は、竃に似た熱気を持っており、暑さの猛烈さのために人間が近づくことはできないからである。
§3.19.2οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀθροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν·
一方、北を向いた洞窟を欠いている者たちは、沖合から打ち上げられるクジラの肋骨を集める。
τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι.
これらが豊富に存在するので、彼らは両側から互いに傾け合わされた梁を編み合わせ、これを新鮮な海草で編み塞ぐ。
σκεπαζομένης οὖν τῆς καμάρας, ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης.
こうしてアーチ状の屋根が覆われると、彼らはその中で最も激しい暑さを避けて休息をとる。 自然な必要性が、自ずから学ばれた技術を彼らに指し示すのである。
§3.19.3τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχθυοφάγοις τῆς σκηνώσεως τοιοῦτος.
魚食人たちの住居の第三の様式は次のようなものである。
ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν περὶ τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ θαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ.
これらの地域の周辺には、オリーブの木が非常に多く生えており、根の周りは海に洗われ、葉は生い茂り、栗の実に似た果実をつけている。
§3.19.4ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἰδιαζούσαις σκηναῖς ἐμβιοῦσιν·
彼らはこれらを互いに編み合わせ、途切れのない日陰を作って、独特のテントの中で暮らしている。
ἅμα γὰρ ἐν γῇ καὶ θαλάττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορθούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα.
なぜなら、陸と海の両方で同時に過ごしながら、彼らは実に愉快に暮らし、枝葉による影で太陽を避け、絶え間ない波の打ち寄せによってその地域の自然な暑さを和らげ、都合よく吹く風によって身体を休めているからである。
ῥητέον δʼ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως.
私たちはまた、住居の第四の形態についても述べねばならない。
§3.19.5ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής·
というのも、遠い昔から、山に似た莫大な量の海草の堆積物が積み重なっているからである。
οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ.
これは絶え間ない波の衝撃によって固められ、固く、また砂と混じり合った性質を持っている。
ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν.
それゆえ、彼らはこれらの隆起の中に、人間の背の高さほどの地下道を掘り、頂上の部分を屋根として残し、下部には細長く互いに通じ合う通路を作るのである。
ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται·
これらの中で彼らは身を涼めて悩みのない状態を作り、波が押し寄せてくるときには飛び出して魚の漁に従事する。
ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.
そして、引き潮になると、捕らえたものを美味しく食べるために、再び前述の通路へと一斉に戻ってくるのである。
§3.19.6τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα.
亡くなった者たちの埋葬について、彼らは引き潮のときには死体を放置しておき、満潮がやってくると、その遺体を海へと投げ捨てる。
διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρʼ ὅλον τὸν αἰῶνα.
それゆえ、自分たちの埋葬を魚の餌とすることによって、彼らは永遠にわたり、独特の方法で循環する生活サイクルを送っているのである。

語釈・文法注

  1. 3.19.1διηλλαγμέναις — 動詞 διαλλάττω の完了受動分詞与格複数形で、ここでは形容詞的に用いられ「(画一的ではなく)それぞれ変化した、異なる、あるいは特殊化された」の意。前文の οὐχ ὁμοίαις(一様ではない)に対応し、環境の個別具体的な条件に合わせて住居のあり方がそれぞれ調節されていることを表す。
  2. 3.19.2κύρτας πρὸς ἀλλήλας νενευκυίας — κύρτη(魚籠、簗)は通常はドーム状や円錐形の網や籠を指すが、ここではクジラの肋骨を湾曲させて互いに寄りかからせた「アーチ状の梁構造」を指す。分詞 νενευκυίας(νεύω「傾く」の完了能動分詞女性複数)がこれを修飾し、両側から斜めに立てかけられて頂部で交差する屋根の骨組みを形成している様子を描写している。
  3. 3.19.5ἀλύπους κατασκευάζουσι — 形容詞 ἄλυπος(苦痛のない、害のない)の対格複数(自己再帰的な代名詞 ἑαυτούς に係る)で、「自分自身を苦痛のない状態にする」、すなわち酷暑から身を守り「快適に、心地よく過ごす」ことを意味する。副詞的に機能していると解釈することもできる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.19.1-3.19.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.19.1-3.19.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。