Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.18.1-3.18.7

无感情鱼食人的习性及其与海豹的共生

第 179 段,共 406 段 · 希腊语

内容简介

文章介绍了居住在海湾外侧的“无感情的”鱼食人的奇特特征、他们对外界的完全漠视、用手势代替语言的交流方式,以及他们与海豹的和平共处。

§3.18.1τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν.
但对于那些居住在海湾外侧沿海地区的人来说,他们的生活方式比这些人要神奇得多,仿佛他们具有一种不知干渴且无感情的天性。
ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι.
因为他们被命运从有人烟的地方驱逐到荒野,虽然从捕鱼中获得了充足的食物,但他们并不寻求液体食物。
§3.18.2προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλʼ οὐδʼ ἔννοιαν ἔχουσι ποτοῦ.
因为他们食用多汁的鱼,这与生鱼几乎没有区别,所以他们不仅不寻求液体食物,甚至连饮水概念都没有。
στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.
他们甘于接受命运从一开始就分配给他们的生活方式,认为幸福就是消除因匮乏而产生的痛苦本身。
§3.18.3τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον.
而在所有事情中最不可思议的是,他们在无感情上如此超越所有人,以至于这些话不轻易让人相信。
καίτοι γε πολλοὶ τῶν ἀπʼ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφʼ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων.
然而,许多至今仍从埃及经红海航行的商人,多次乘船到过鱼食人的土地,他们所叙述的事情与我们所说的关于这些无感情之人的情况是一致的。
§3.18.4καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν· οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη.
此外,对捕获该地区周围大象充满热忱的普托利迈乌斯三世,派遣了他的一个名叫西米亚斯的朋友去考察该地区;据克尼多斯的历史学家阿加塔尔基德斯所说,此人带着适当的装备被派去,仔细地考察了沿海的部落。
φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας.
因此,他说,无感情的埃塞俄比亚人部落整体上根本不使用饮水,由于前述原因,他们的天性也不寻求它。
§3.18.5καθόλου δʼ ἀποφαίνεται μήτʼ εἰς σύλλογον ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλʼ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις, ὡς μηδενὸς παρόντος.
总的来说,他表明他们既不与外族人往来,那些乘船来者的奇异外貌也不会惊动当地人,而是目不转睛地看着,保持着无感情和不为所动的感官,仿佛没有人在场一样。
οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθʼ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλʼ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες.
因为当有人拔出剑并砍下来时,他们不躲避;在承受侮辱或殴打时,他们也不被激怒;群众也不为受害者感到愤慨,甚至有时,当他们的孩子或妻子在眼前被杀害时,他们依然保持无感情的态度,不流露出任何愤怒或怜悯。
§3.18.6καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρʼ ἕκαστα διανεύοντες.
总之,在遇到最可怕的危险时,他们保持平静,目不转睛地看着发生的一切,只是在每次发生时点点头。
διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων.
因此,人们也说他们不使用语言,而是通过手的模仿性表示来示意有关生活需要的每件事。
§3.18.7καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθʼ αὑτὰς παραπλησίως ἀνθρώποις.
而最奇妙的是,海豹与这些部落共同生活,它们像人一样自己捕鱼。
ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα· χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετʼ εἰρήνης καὶ πάσης εὐλαβείας.
同样,在寝床和幼崽的安全方面,这些物种彼此有着极大的信任;因为在不造成伤害的情况下,与异种动物的交往是在和平与高度警惕中进行的。
οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.
因此,这种生活虽然奇特,但自古以来就被这些部落保留下来,无论是通过时间的推移而习惯成自然,还是由于紧急情况下的迫切需要而使之适应。

词汇与语法注释

  1. 3.18.1ὡς ἂν ἄδιψον ἐχόντων — 此结构由 ὡς 远与 ἂν 引导,后接属格独立分词 ἐχόντων(省略了代词主语 αὐτῶν),表示假设性或主观性的原因(“仿佛他们拥有不知干渴的天性”)。ἄδιψον 与 ἀπαθῆ 修饰 τὴν φύσιν(可作关系宾语或 ἐχόντων 的直接宾语)。
  2. 3.18.2οὐχ οἷον ... ἀλλʼ οὐδʼ — 这是一个关联句式,其中 οὐχ οἷον(“不仅不”、“远非”)与 ἀλλʼ οὐδʼ(“甚至连……也没有”)相呼应,用于表达强烈的递进否定。
  3. 3.18.5ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις — τὰς αἰσθήσεις(感觉)是动词 ἔχειν 的直接宾语,而形容词 ἀπαθεῖς 与 ἀκινήτους 作其宾语补足语(谓语性形容词),意为“保持其感觉无动于衷且不被动摇”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.18.1-3.18.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.18.1-3.18.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。