Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.17.1-3.17.5

鱼食人的饮水习俗、周期性活动与寿命

第 178 段,共 406 段 · 希腊语

内容简介

本段描述了鱼食族人摄取水分的习惯、他们每五天一次的集体寻找水源的行为,以及他们虽少生病但寿命短暂的生活特征。

§3.17.1τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι, τῆς δʼ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν.
因此,他们以所述方式充足地获得了固体食物,但对于液体食物,他们的使用方式却非常奇特且完全令人难以置信。
ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφʼ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθʼ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες· πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς.
因为他们连续四天坚持捕猎,全族人欢快地一同宴饮,并用不成曲调的歌声互相取乐;此外,他们当时为了繁衍后代,会与任何遇到的妇女交合,由于食物易得且现成,他们免于一切劳役。
§3.17.2τῇ δὲ πέμπτῃ πρὸς τὴν ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις ὑδάτων γλυκέων εἰσί, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν.
但在第五天,他们全族人为了饮水而急忙奔向山麓,那里有淡水的汇合处,游牧民就在这些水源旁给他们的牲畜群饮水。
§3.17.3ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλʼ ἦχον μόνον ἀποτελοῦσαν.
他们的行进非常类似于牛群,每个人都发出并非清晰分节的声音,而只是发出鸣响。
τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δʼ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα.
至于他们的孩子,母亲们把婴儿抱在怀里,父亲们抱着已经断奶的孩子,而那些五岁以上的孩子则和父母一起嬉戏着走在前面,充满了欢乐,仿佛奔向最甜蜜的享受。
§3.17.4ἡ γὰρ φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαθόν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα.
因为他们那未被扭曲的天性认为满足匮乏就是最大的善,并不寻求任何外来的享乐。
ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος.
当他们接近游牧民的水饮处并让肚子灌满水后,便往回走,因为沉重而步履艰难。
§3.17.5κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δʼ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι.
在那一天他们不尝任何东西,每个人都躺着,饱胀得喘不过气来,整体上非常像一个喝醉了的人。
τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρʼ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον.
但在第二天,他们又转回到以鱼为食的生活;在他们的一生中,这种生活方式周而复始。
οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρʼ ἡμῖν ὄντες.
因此,居住在海峡内侧沿海地区的人们就是这样生活的,由于食物简单,他们极少患病,但其寿命比我们这里的人要短得多。

词汇与语法注释

  1. 3.17.1τὸν εἰρημένον τρόπον — 方式副词性宾格(accusative of manner),意为“以前述之方式”。
  2. 3.17.3παραπλήσιος γίνεται ταῖς ἀγέλαις — 比较紧缩(brachylogy of comparison),将主语“行进(ὁδοιπορία)”直接与“牛群(ἀγέλαις)”本身进行比较,但在逻辑上是指“与牛群的行进”相比。
  3. 3.17.3τὰ δʼ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει — 中性复数主语(τὰ ... ὄντα)搭配单数动词(προάγει)。动词 προάγω 在此处作不及物动词使用,意为“向前进、走在前面”。
  4. 3.17.4τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας — 属格(τοῦ ποτοῦ)表示填充的内容物(接于动词 πληρόω 之后),而宾格(τὰς κοιλίας)则是表示受动影响之身体部位的关系宾格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.17.1-3.17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.17.1-3.17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。