§3.18.1τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν.
しかし、湾の外側の沿岸部で暮らしている人々にとっては、彼らの生活はこれら(の人々)よりもはるかに奇妙であるということになっている。 それは彼らが、渇きを知らず、感情を持たない本性を備えているかのように見える。
ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι.
というのも、彼らは居住地から荒野へと運命によって追いやられており、魚の漁からは食物を十分に得ているが、液体の食物は求めないからである。
§3.18.2προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλʼ οὐδʼ ἔννοιαν ἔχουσι ποτοῦ.
実際、彼らは生の魚とほとんど変わらない、汁気の多い魚を摂取しているため、液体の食物を求めないばかりか、飲み物という概念さえ持っていない。
στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.
そして彼らは、運命によって自分たちに割り当てられた、当初からの生活様式を甘受しており、欠乏から生じるまさにその苦痛そのものを排除することこそが幸福であると考えている。
§3.18.3τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον.
そして、すべての中で最も奇妙なことには、彼らは無感情(無感覚)においてあまりにもすべての人々を凌駕しているので、その話が容易には信じられないほどである。
καίτοι γε πολλοὶ τῶν ἀπʼ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφʼ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων.
もっとも、エジプトから紅海を通って航海する多くの商人たちが、今日に至るまで、しばしば魚食人たちの土地に船で立ち寄り、この無感情な人々について、私たちが述べたことと一致する事柄を語っているのだが。
§3.18.4καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν·
また、この地域の周辺にいる象の捕獲に熱意を燃やしたプトレマイオス3世も、その土地を調査するために、友人の一人でシミアスという名の者を派遣した。
οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη.
この男は、適切な装備を整えて派遣され、クニドスの歴史家アガタルキデスが言うように、沿岸の諸部族を克明に調査した。
φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας.
そこで彼は、無感情なエチオピア人の部族は、全体として飲み水を全く用いておらず、前述の理由によって、彼らの本性もまたそれを求めていない、と言っている。
§3.18.5καθόλου δʼ ἀποφαίνεται μήτʼ εἰς σύλλογον ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλʼ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις, ὡς μηδενὸς παρόντος.
また、彼は概して、彼らが他部族の者たちと交際を持つこともなく、船でやって来る者たちの珍しい外見がこの地の住民たちを動揺させることもなく、それどころか、じっと見つめながら、まるで誰も存在しないかのように、感覚を無感情かつ不動のままに保っている、と明らかにしている。
οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθʼ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλʼ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες.
というのも、誰かが剣を抜いて振り下ろしても、彼らは身をかわそうとせず、侮辱や打撃を受けても怒ることはなく、群衆も被害を受けている人々に共感して憤慨することはなかったからである。 それどころか、時には子供や妻が目の前で虐殺されていても、彼らは心の状態において無感情なままであり、怒りの兆候も、あるいは逆に哀れみの兆候も、一切見せなかった。
§3.18.6καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρʼ ἕκαστα διανεύοντες.
要するに、彼らは最も恐ろしい災難に遭遇しても、行われていることをじっと見つめながら、その都度ただ首を振るだけで、平然としたままであり続けた。
διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων.
それゆえ、彼らは言語を用いず、手を使った身振りの表示によって、生活の必要に関わる事柄をそれぞれ示し合っている、とも言われている。
§3.18.7καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθʼ αὑτὰς παραπλησίως ἀνθρώποις.
そして、すべての中で最も驚くべきことには、アザラシたちがこれらの部族と共生しており、人間とほぼ同様に、自ら魚の捕獲を行っている。
ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα·
同様に、寝床に関しても、また生まれた子供たちの安全に関しても、これらの種族は互いに最大の信頼を寄せ合っている。
χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετʼ εἰρήνης καὶ πάσης εὐλαβείας.
なぜなら、危害を加えることなく、平和と細心の注意をもって、異種の動物たちの間で交わりが行われているからである。
οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.
このような生活は、奇妙なものではあるが、長い歳月による習慣によるものか、あるいは切迫した事情による不可避の必要性によって適合させられたものかは別として、古くからこれらの部族の間で維持されてきた。