Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.16.1-3.16.7

食鱼人的鱼肉加工与应急食物

第 177 段,共 406 段 · 希腊语

内容简介

描述了食鱼人独特的鱼肉烹饪和保存方法(制成长条砖状的干粮),并详细叙述了在因高潮等无法捕鱼的非常时期,他们如何靠食用贝类和鱼骨度过饥荒。

§3.16.1ἐπειδὰν δʼ ἀθροίσωσιν ἰχθύων παντοδαπῶν πλῆθος, μεταφέρουσι τοὺς ληφθέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν.
当他们收集了各种鱼类的群集后,便把捕获的鱼运走,并全部放在朝南倾斜的岩石上炙烤。
διαπύρων δʼ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολήν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶς λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον.
由于酷暑,岩石被烤得滚烫,他们让鱼放上一会儿后便翻面,然后抓住尾巴,抖动鱼的整个身体。
§3.16.2καὶ αἱ μὲν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δʼ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναι χρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν.
于是,鱼肉因受热而碎烂脱落,鱼骨则被丢弃在一处,堆成一大堆,收集起来以备后用(关于这用途我们稍后会谈到)。
μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφʼ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν·
此后,他们把鱼肉放在一块平坦的岩石上,认真地踩踏足够长的时间,并掺入刺枣的果实。
§3.16.3τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῆμα κολλῶδες·
因为这种果实混合进去后,整个东西就变得粘稠了。
καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παρʼ αὐτοῖς ἔχειν τάξιν.
在他们看来,这似乎起到了调味品的作用。
τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εἰς πλινθίδας παραμήκεις τυποῦντες τιθέασιν εἰς τὸν ἥλιον·
最后,他们将踩踏好的东西塑成长条形的砖块状,放在阳光下晒。
ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν·
当这些砖块适度干燥后,他们便坐下来尽情享用,他们吃东西既不凭分量也不凭重量,而是根据每个人的意愿,以自然产生的食欲作为享受的界限。
§3.16.4ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος.
因为他们享有无穷无尽且随时可用的储备,仿佛波塞冬接替了德墨忒尔的工作一般。
ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφʼ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασθαι τοῖς τόποις προσεγγίζειν.
但有时,如此巨大的波涛从外海滚滚涌向陆地,连续数日猛烈淹没岩石海岸,以至于没有任何人能接近这些地方。
§3.16.5διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι·
因此,在这些时期,由于缺乏食物,他们首先采集贝类,其中有一些被发现重达四米纳。
τὰ μὲν γὰρ κύτη συντρίβουσι λίθους εὐμεγέθεις ἐμβάλλοντες, τὴν δʼ ἐντὸς σάρκα κατεσθίουσιν σθίουσιν ὠμήν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις.
他们投掷巨大的石块砸碎贝壳,直接生吃里面的肉,其味道与牡蛎相似。
§3.16.6ἐπὰν δὲ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πλήθειν συμβαίνῃ τὸν ὠκεανόν, καὶ τὴν εἰωθυῖαν θήραν τῶν ἰχθύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται.
当风势持续不断,导致海洋在较长时间内保持满潮,且环境的不可能使他们无法像往常那样捕鱼时,正如前文所说,他们就会转而依靠贝类。
εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανθῶν σωρόν·
但如果来自贝类的食物也匮乏,他们便会求助于那堆鱼骨。
§3.16.7ἐκ τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατʼ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὀδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων.
因为他们从这堆骨头中选出多汁且新鲜的,在关节处折断,有的直接当场用牙齿咬碎,而坚硬的则用石头砸碎,预先处理好后吞下,其生活状态与穴居的野兽极其相似。

词汇与语法注释

  1. 3.16.1διαπύρων δʼ οὐσῶν — 这是一个属格绝对(独立分词)结构,但省略了作为分词 οὐσῶν 主语的阴性复数属格名词。在上下文语境中,应当补充前句中的“岩石” ἐπὶ τῶν πετρῶν,即省略了 αὐτῶν。
  2. 3.16.3τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν — 这是一个双宾格(或宾语与宾补)结构,其中 τὴν φυσικὴν ὄρεξιν 是直接宾语,而 τῆς ἀπολαύσεως περιγραφήν 作宾语补足语,意为“以自然产生的食欲作为享受的界限”。
  3. 3.16.4ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος — 连词 ὡς ἄν 加上属格绝对结构(τοῦ Ποσειδῶνος ... μετειληφότος)表示虚拟的比喻(“仿佛波塞冬接替了德墨忒尔的工作一般”),此处的波塞冬和德墨忒尔分别借代海洋与农业的恩赐。
  4. 3.16.5τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι — 关系代词 ὧν 指代先行词 τοὺς κόγχους,起部分属格的作用。τὸ μέγεθος 是关系从句内部的“限定(方面)对格”,修饰前文的形容词 τηλικούτους(如此巨大),意为“就其大小而言,其中有一些被发现重达四米纳”。
  5. 3.16.6τὸ τῆς περιστάσεως ἀδύνατον — 中性单数形容词的名词化(τὸ ἀδύνατον)与属格名词(τῆς περιστάσεως)相结合,意为“情况的不可能性”,在此处作为主语,指代“因满潮等状况而导致无法捕鱼的事态”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.16.1-3.16.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.16.1-3.16.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。