Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.15.1-3.15.7

食鱼人的生活习俗与利用潮汐的捕鱼法

第 176 段,共 406 段 · 希腊语

内容简介

作者详细描述了居住在红海沿岸的食鱼人(Ichthyophagi)的原始生活方式,以及他们利用潮汐在用石头堵塞的水道中捕鱼的独特方法。

§3.15.1περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δʼ ὑπὸ τῆς Τρωγλοδυτικῆς.
首先,我们将谈论居住在从卡尔马尼亚和格德罗西亚一直到阿拉伯湾最深处的沿岸地区的食鱼人。 该海湾向内陆延伸了令人难以置信的距离,在出口处被两块陆地包围,一侧是幸福阿拉伯,另一侧是托罗格洛迪提卡。
§3.15.2τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιολύμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν.
在这些蛮族中,有些人完全赤裸着生活,像牲畜群一样共同拥有妻子和儿女;他们只对快乐和痛苦有肉体上的感知,而对丑恶与美好毫无概念。
§3.15.3τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθʼ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι.
他们的住所离海不远,位于波浪起伏的岩石海岸旁。 那里不仅有深谷,还有崎岖的裂缝和极其狭窄的水道,被大自然分割成曲折的分支。
τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, διʼ ὧν ὥσπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται.
由于这些地形自然地适应了当地居民的需要,他们便用大石块堵住了分支和出口,借此像使用渔网一样捕鱼。
§3.15.4ὅταν γὰρ ἡ πλημυρὶς τῆς θαλάττης λάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα· ἐπὰν δʼ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατʼ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δʼ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται.
因为每当海潮汹涌地向陆地涌来时(这在一天中发生两次,大约在第三时和第九时),海水会淹没并覆盖整个岩石海岸,并伴随着汹涌而巨大的波涛将难以置信的各种鱼类带到陆地上。 这些鱼起初留在沿岸,为了觅食而在岩洞和洼地周围游荡;但是当退潮时刻到来时,水分通过被堵塞的石块和裂缝渐渐流走,而鱼群则被留在了洼地中。
§3.15.5κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφʼ ἑνὸς κελεύσματος.
在这个时候,当地居民成群结队,带着妻子儿女聚集到岩石海岸,仿佛听从了同一个命令。
σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας.
蛮族人们分成若干小组,各自带着震耳欲聋的呼喊声奔向自己的地点,仿佛一场突如其来的狩猎不期而至。
§3.15.6εἶθʼ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχθύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μέγεθος δυσκαταγωνίστοις·
接着,妇女和孩子们捕捉较小的以及靠近陆地的鱼并把它们扔到地上,而身体强壮的男子则对那些因体型巨大而难以对付的鱼下手。
ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέθεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις·
因为从外海中不仅会冲上极其巨大的蝎子鱼、海鳝和鲨鱼,还有海豹以及许多在外观和名字上都很奇异的类似生物。
§3.15.7ταῦτα δὲ τὰ θηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες·
他们与这些野兽搏斗,没有任何人工制造的武器,而是用尖锐的山羊角刺它们,并用碎石割它们。
πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τὴν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν.
因为需要将一切教给本性,使其适当地适应眼前的时机,以达到预期的实用目的。

词汇与语法注释

  1. 3.15.1ὃς εἰς τὴν μεσόγειον ἀνήκων — 关系代名词 ὃς(阳性单数)在语法上的先行词是 Ἀράβιος κόλπος(阳性名词)。虽然它在语法上也可以指代前面的 τοῦ μυχοῦ(最深处,阳性名词),但从地理描述的语境来看,深入内陆(τὴν μεσόγειον)的显然是指海湾本身。
  2. 3.15.3τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως — 短语 τούτων ... πεφυκότων 是中性复数属格的属格绝对(独立分词)结构。τούτων 指代前一句中提到的地形(深谷、裂缝、水道等),表示原因:“因为这些地形自然地适应了(ἁρμοζόντως)当地居民的需要(τῇ χρείᾳ τῶν ἐγχωρίων)”。
  3. 3.15.4θαλάττης λάττης — 这很可能是抄本传承中的重字(dittography)错误。尽管部分校勘本删去了多余的 λάττης 而仅保留 θαλάττης(海洋的),但在翻译所提供的底本时,仍将其理解为表示“海潮”的名词短语的一部分。
  4. 3.15.7πάντα γὰρ ἡ χρεία δิดάσκει τὴν φύσιν — 动词 διδάσκει(教授)带有双宾格(双宾语)结构,即事物宾格 πάντα(一切事物)与人称化宾格 τὴν φύσιν(天性、本能)。主语为 ἡ χρεία(需要),意为“需要将一切教给本性”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.15.1-3.15.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.15.1-3.15.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。