§3.16.1ἐπειδὰν δʼ ἀθροίσωσιν ἰχθύων παντοδαπῶν πλῆθος, μεταφέρουσι τοὺς ληφθέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν.
彼らがあらゆる種類の魚の群れを集めると、捕獲されたものたちを運び出し、南に傾いている岩の上でそれらすべてを焼く。
διαπύρων δʼ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολήν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶς λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον.
酷暑のために岩が白熱している中、しばらくの間そのままにした後、彼らは魚を裏返し、それから尾を掴んで体全体を揺さぶる。
§3.16.2καὶ αἱ μὲν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δʼ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναι χρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν.
すると、肉は熱のせいで崩れて剥がれ落ち、骨は一箇所に投げ捨てられて大きな山を形成し、後に私たちが述べるある用途のために集められる。
μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφʼ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν·
この後、彼らは肉を平らな岩の上に置き、十分な時間、入念に踏みつけ、パルウロスの実を混ぜ合わせる。
§3.16.3τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῆμα κολλῶδες·
この実が混ざり合うことで、全体が粘り気のあるものになる。
καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παρʼ αὐτοῖς ἔχειν τάξιν.
そしてこれは彼らの間で、あたかも調味料のような役割を果たしているとみなされている。
τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εἰς πλινθίδας παραμήκεις τυποῦντες τιθέασιν εἰς τὸν ἥλιον·
最後に、彼らはよく踏みつけられたものを細長いレンガの形に成形し、太陽の光にさらす。
ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν·
これらが適度に乾燥すると、彼らは腰を下ろして宴食を共にするが、量や重さに従って食べるのではなく、各自の望むままに食べ、自然な食欲を満喫の限界としている。
§3.16.4ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος.
というのも、彼らは尽きることがなく常に用意された貯蔵品を利用しているのであり、それはまるでポセイドンがデメテルの役割を引き受けたかのようである。
ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφʼ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασθαι τοῖς τόποις προσεγγίζειν.
しかし時に、外海から陸地に向かって非常に巨大な波がうねり狂い、海岸の岩場を何日も激しく浸水させるため、誰もその場所に近づくことができなくなる。
§3.16.5διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι·
それゆえ、このような時期には食物に窮し、彼らはまず貝を採集するが、中には重さが4ムナに達するものが見つかるほど巨大なものである。
τὰ μὲν γὰρ κύτη συντρίβουσι λίθους εὐμεγέθεις ἐμβάλλοντες, τὴν δʼ ἐντὸς σάρκα κατεσθίουσιν σθίουσιν ὠμήν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις.
彼らは大きな石を投げつけてその殻を砕き、中の身を生のまま食すが、その味はカキに似ている。
§3.16.6ἐπὰν δὲ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πλήθειν συμβαίνῃ τὸν ὠκεανόν, καὶ τὴν εἰωθυῖαν θήραν τῶν ἰχθύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται.
しかし、風が吹き続けることによって海が長期にわたって満ちた状態が続き、不可能な状況がいつもの魚捕りを阻むときには、上述のように彼らは貝に頼る。
εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανθῶν σωρόν·
それでもし貝による食べ物さえ不足するなら、彼らは魚の骨の山に頼るのである。
§3.16.7ἐκ τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατʼ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὀδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων.
というのも、彼らはこの山から、髄が多くて新鮮な骨を選び出しては関節ごとに切り分け、あるものはその場ですぐに歯で噛み砕き、硬いものは石で叩き潰してあらかじめ咀嚼しやすくしてから食べるからであり、彼らのありさまは洞穴に巣食う野獣のそれにきわめて近い。