Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.12.1-3.12.6

埃及边境金矿的苦役与开采方式

第 173 段,共 406 段 · 希腊语

内容简介

文中描述了埃及边境金矿中残酷的强制劳动状况,国王将罪犯及战俘送往此处,并详细叙述了通过焚烧与锤击岩石来开凿矿道的首阶段开采技术。

§3.12.1περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ.
在埃及的边境以及与之相邻的阿拉伯和埃塞俄比亚地区,有一处拥有许多巨大金矿的地方,人们付出极大的辛劳和高昂的代价来采集大量的黄金。
τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν.
由于那里的土地天生呈黑色,且含有在白度上极为突出、其光泽超越周围一切自然物的大理石纹理和矿脉,因此主管矿山工作的人便动用大批劳动者来开采黄金。
§3.12.2οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες.
因为埃及的国王们将那些因犯罪而被判刑的人、在战争中被俘的人,以及因遭受不公诽谤和因君王发怒而被关入监狱的人——有时仅他们自己,有时也连同他们的整个家族聚集起来,送往金矿劳动,这既是对被定罪者的惩罚,同时也能通过这些劳动者获得巨额的收益。
§3.12.3οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεθʼ ἡμέραν καὶ δι’ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ παντὸς φιλοτίμως εἰργόμενοι·
那些被送去的人,人数极其众多,且全部被戴上脚镣,他们不分昼夜地连续劳作,得不到任何休息,并且被严防逃跑。
φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι διʼ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων.
因为看守他们的是由说不同语言的异族士兵组成的警卫,这使得任何人都无法通过交谈或友好的接触来收买任何一个监督。
§3.12.4τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν· τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων.
对于含有黄金的土地,他们用烈火焚烧其中最坚硬的部分,使其变得松脆,然后再用人力进行加工;而对于较软的、只需适度劳力即可屈服于采石铁器的岩石,则由成千上万不幸的人用铁器将其凿碎。
§3.12.5καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι· τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπʼ εὐθείας, ἀλλʼ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας.
在整个工序中,由识别矿石的技工进行指导并向劳动者示范;而在被分配到这一不幸差事的人中,那些体力超群的人用铁锤敲击含有大理石般光泽的岩石,他们在工作中不凭技术,而凭蛮力,凿通坑道,不求笔直,而是顺着闪光岩石的脉络延伸方向掘进。
§3.12.6οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι· πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα θραύματα· καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς.
因此,这些人在黑暗中劳作,因为矿道曲折弯曲,他们在额头上佩戴着特制的灯火;他们根据岩石的形状,以各种姿势弯曲身体,将开采出的碎石抛落到地上;并且在监督的严厉和鞭打之下,一刻不停地进行这项工作。

词汇与语法注释

  1. 3.12.1τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι — 这是一个极长且复杂的属格绝对结构。主语名词 `τῆς γῆς` 并列地与两个属格分词 `οὔσης` 和 `ἐχούσης` 一致。作为 `ἐχούσης` 宾语的复数宾格名词 `διαφυὰς καὶ φλέβας` 受到属格 `μαρμάρου` 的修饰,且进一步被两个复数宾格分词 `διαφερούσας` 和 `ὑπερβαλλούσας` 所修饰。
  2. 3.12.2τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους — 这些都是宾格形式的名词化分词群,作为位于句尾的主动词 `παραδιδόασι`(移交)的直接宾语,形成了一个跨度较长的句法结构。
  3. 3.12.4τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην — 属格 `τῆς ... γῆς` 相对于宾格 `τὴν μὲν σκληροτάτην`(最硬的部分)起着部分属格的作用。置于句首可提前明确后续对比描述(`τὴν μὲν... τὴν δὲ...`)的整体范围。
  4. 3.12.5ὡς ἂν ἡ διάφυσις ᾖ — 这是一个由关系词 `ὡς`、小词 `ἄν` 与虚拟语气 `ᾖ` 结合构成的一般条件从句,意为“顺着矿脉可能延伸的任何方向”,表明了矿脉走向的随机与不规则。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.12.1-3.12.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.12.1-3.12.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。