§3.11.1περὶ δὲ τῶν συγγραφέων ἡμῖν διοριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ὧν οἱ μὲν ψευδεῖ φήμῃ πεπιστευκότες, οἱ δὲ παρʼ ἑαυτῶν πολλὰ τῆς ψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο.
然而,关于这些著作者,我们必须做出区分:因为许多人撰写了关于埃及和埃塞俄比亚的著作,其中一些人相信了虚假的传言,另一些人则为了取悦读者而凭空捏造了许多事情,他们理应不被信任。
§3.11.2Ἀγαθαρχίδης μὲν γὰρ ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν περὶ τὴν Ἀσίαν, καὶ ὁ τὰς γεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον, καὶ τινες ἕτεροι τῶν ἐν Αἰγύπτῳ κατοικούντων, ἱστορηκότες τὰ πλεῖστα τῶν προειρημένων ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι.
因为克尼多斯的阿加塔尔基德斯在其《亚洲史》的第二卷中,以及编纂《地理志》的以弗所的阿耳忒弥多罗斯在其第八卷中,还有其他一些居住在埃及的人,由于调查了上述的大部分事情,几乎在所有点上都触及了真实。
§3.11.3καὶ γὰρ ἡμεῖς καθʼ ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον, πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν, οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα· παρʼ ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι, καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες, τοῖς μάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφὴν πεποιήμεθα.
因为我们自己也在访问埃及期间,遇到了许多祭司,并且与不少来自埃塞俄比亚并在那里的使节进行了交谈;在向他们准确地询问了每一处细节,并验证了历史学家的叙述之后,我们根据最为一致的记载,撰写了我们的记录。
§3.11.4περὶ μὲν οὖν Αἰθιόπων τῶν πρὸς τῇ δύσει κατοικούντων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυθρὰν θάλατταν κειμένων ἐν μέρει διέξιμεν.
因此,关于居住在西方的埃塞俄比亚人,我们对已说过的感到满足即可;而关于位于南方和红海沿岸的人,我们将依次详细叙述。
δοκεῖ δʼ ἡμῖν ἁρμόττειν προδιελθεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης.
在我们看来,首先探讨在这些地方进行的黄金开采与加工是合适的。