§3.13.1οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιθρον ἀποκομίζουσιν.
而未成年的男孩们则通过坑道爬入岩石中被挖空的部分,艰难地拾起被一点点抛落的岩石,并将它们运送到坑口外露天的地方。
οἱ δʼ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος ἐν ὅλμοις λιθίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεθος κατεργάσωνται.
而三十岁以上的男子从他们那里接过一定分量的采石,在石臼中用铁杵捣碎,直到将其加工成野豌豆大小。
§3.13.2παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται.
妇女和较年长的男子则从他们手中接过这些豌豆大小的矿石,将其投放到成排排列的许多磨盘上,两三人一小组,站在手柄旁推磨,直到将所给的分量加工成细面粉状。
προσούσης δʼ ἅπασιν ἀθεραπευσίας σώματος καὶ τῆς τὴν αἰδῶ περιστελλούσης ἐσθῆτος μὴ προσούσης, οὐκ ἔστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσειε τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας.
由于所有人都无法照料身体,且没有遮羞的衣物,任何看见的人无不因其苦难之极而对这些不幸的人产生怜悯。
§3.13.3οὐ γὰρ τυγχάνει συγγνώμης οὐδʼ ἀνέσεως ἁπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακώς, οὐ γυναικὸς ἀσθένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις.
因为无论生病者、残疾者、年迈者,还是体弱的妇女,都绝对无法得到宽恕或片刻休息,所有人都在鞭打下被强迫坚守岗位,直到在折磨中因劳累过度而死于困境。
διόπερ οἱ δυστυχεῖς φοβερώτερον ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποθεινότερον δὲ τοῦ ζῆν τὸν θάνατον προσδέχονται.
因此,这些不幸的人由于惩罚的残酷,总是认为未来比现在更可怕,比起活着,他们更渴望迎接死亡。