Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.12.1-3.12.6

エジプト国境の金鉱における過酷な労働と採掘法

173 / 406 箇所 · ギリシア語

要旨

エジプト国境地帯の金鉱における過酷な強制労働の実態と、王による罪人や捕虜の動員、そして岩石を砕いて坑道を掘り進める第一段階の採掘技術について記述される。

§3.12.1περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ.
エジプトの国境地帯、およびそれに隣接するアラビアとエチオピアの辺りには、多くの巨大な金鉱を有する場所があり、多大な労苦と費用をもって大量の金が回収されている。
τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν.
土が本性上黒く、きわめて白い石英の割れ目や脈を有しており、それが周囲の輝くすべての性質のものをその輝きにおいて凌駕しているため、鉱山作業を統括する者たちは、多数の労働者を使って金を取り出している。
§3.12.2οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες.
というのも、エジプトの王たちは、悪行によって有罪判決を受けた者や、戦争で捕虜となった者、さらには不当な中傷によって窮地に陥り、怒りによって投獄された者たちを、ある時は彼ら自身を、またある時は親族全員と共に集め、金鉱山での労働へと引き渡すからである。 これは、有罪となった者たちに罰を与えるためであると同時に、労働者たちを通じて巨額の収益を得るためでもある。
§3.12.3οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεθʼ ἡμέραν καὶ δι’ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ παντὸς φιλοτίμως εἰργόμενοι·
引き渡された者たちは、数において非常に多く、全員が足枷で繋がれており、昼も夜も絶え間なく労働に専念し、休息を全く得られず、いかなる逃亡の試みも厳重に遮断されている。
φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι διʼ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων.
異民族で互いに異なる言語を話す兵士からなる警備兵が配置されているため、誰も会話や友好的な接触を通じて監督官の誰かを買収することができないのである。
§3.12.4τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν·
彼らは金を孕んだ土のうち、最も硬い部分を大量の火で焼いて脆くした上で、手作業による加工を加える。
τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων.
他方、柔らかい岩や、適度な労力で石切り用の鉄器に屈服しうる岩は、数万人の不運な人々が切り崩していく。
§3.12.5καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι·
そして、作業全体を鉱石を識別する技術者が指導し、労働者たちに指示を与える。
τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπʼ εὐθείας, ἀλλʼ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας.
この不運な仕事に割り当てられた者のうち、身体の強健さに優れた者たちが、鉄の槌で輝く岩を打ち砕く。 彼らは仕事において技術ではなく、ただ力任せに行い、坑道を掘り進めるが、真っ直ぐではなく、輝く岩の脈が走る方向に沿って掘り進める。
§3.12.6οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι·
したがって、彼らは坑道の曲がりくねりや歪みのために暗闇の中で過ごすことになり、額に固定した灯火を持ち歩く。
πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα θραύματα·
そして、岩の形状に応じて様々に体を折り曲げながら、切り出した岩の破片を床へと落とす。
καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς.
彼らはこの作業を、監督官の厳しさと鞭打ちに晒されながら、絶え間なく行うのである。

語釈・文法注

  1. 3.12.1τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι — 非常に長い属格絶対構文。主格名詞 `τῆς γῆς` に分詞 `οὔσης` と `ἐχούσης` が並列で一致している。`ἐχούσης` の目的語である対格名詞 `διαφυὰς καὶ φλέβας` は属格の `μαρμάρου` に修飾され、さらに同じく対格複数の分詞である `διαφερούσας` と `ὑπερβαλλούσας` の修飾を受けている。
  2. 3.12.2τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους — これらはすべて、文の末尾にある主動詞 `παраδιδόασι`(引き渡す)の直接目的語(対格)として機能している名詞化された分詞群である。文頭から離れた位置にある主動詞にかかる長大な構造を持つ。
  3. 3.12.4τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην — 属格 `τῆς ... γῆς` は、`τὴν μὲν σκληροτάτην`(最も硬い部分)に対して部分属格(partitive genitive)として機能している。文頭に配置されることで、続く対比的記述(`τὴν μὲν... τὴν δὲ...`)の全体対象を明確に示している。
  4. 3.12.5ὡς ἂν ἡ διάφυσις ᾖ — 関係詞 `ὡς` と不変化詞 `ἄν` に接続法 `ᾖ` が組み合わさった一般条件節(「〜であるような方法で」「〜の走る方向に応じて」)で、鉱脈の走り方の不規則さを表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.12.1-3.12.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.12.1-3.12.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。