§3.1.1τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρʼ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων,
この書より前の書が二巻ある中で、第一巻はエジプトにおける古代の王たちの事績と、エジプト人の間で語られる神々に関する神話、さらにはナイル川やそこに(すなわちエジプトに)育つ作物やあらゆる種類の動物、ならびにエジプトの地理的配置、現地の人々の慣習や法廷についてを含んでいる。
§3.1.2ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθʼ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν·
第二巻は、古代においてアッシリア人によってアジアで成し遂げられた事績を含んでおり、その中にはセミラミスの誕生と台頭があり、その(台頭の)期に彼女はバビロンや他の多くの都市を創建し、大軍を率いてインドへと遠征した。
ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρʼ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων.
そして次に、カルデア人と彼らによる天体観測について、アラビアとそこにある驚異について、またスキタイ人の王国について、アマゾンについて、そして最後にヒュペルボレアス人についてを含んでいる。
§3.1.3ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.
そしてこの第三巻においては、すでに歴史として叙述された事柄に連続する事柄を付け加えつつ、エチオピア人、リビア人、およびアトランティスと呼ばれる人々について詳しく論じていく。