§3.1.1τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρʼ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων, §3.1.2ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθʼ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν· ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρʼ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων.
While the books prior to this one are two, the first indeed contains the deeds of the ancient kings in Egypt and the myths told about the gods among the Egyptians, and in addition to these, about the Nile and the crops and all kinds of animals that grow and live in it [i.e., Egypt], and about the topography of Egypt, the customs of the inhabitants, and the courts of justice, and the second contains the deeds accomplished in Asia in ancient times by the Assyrians, among which is the birth and rise of Semiramis, in the course of which [rise] she founded Babylon and many other cities, and made an expedition against India with great forces; and next, about the Chaldeans and their observation of the stars, and about Arabia and the marvels in it, and about the kingdom of the Scythians, and about the Amazons, and finally about the Hyperboreans.
§3.1.3ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.
And in this book, adding the events continuous with those previously narrated, we shall treat in detail of the Ethiopians, the Libyans, and the so-called Atlantians.