§2.8.1πρὸς δὲ τὴν ὀξύτητα τῆς τούτων οἰκοδομίας ἑκάστῳ τῶν φίλων στάδιον διεμέτρησε, δοῦσα τὴν ἱκανὴν εἰς τοῦτο χορηγίαν καὶ διακελευσαμένη τέλος ἐπιθεῖναι τοῖς ἔργοις ἐν ἐνιαυτῷ.
为了加快这些工程的建造速度,她给每位友人测量并分派了一斯塔迪翁的距离,为此提供了充足的资材,并命令他们在一年内完成这些工程。
§2.8.2ὧν ποιησάντων τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν, αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστήκεσαν ἀπʼ ἀλλήλων πόδας δώδεκα.
当他们以极大的热忱完成了所受的命令时,她赞赏了他们的进取心,而她自己则在河流最窄处建造了一座长五斯塔迪翁的桥梁,将桥墩巧妙地沉入水底,彼此相距十二英尺。
τοὺς δὲ συνερειδομένους λίθους τόρμοις σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα.
她用铁榫将紧密相连的石块连接起来,并灌入熔化的铅来填满它们的接缝。
τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατεσκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατʼ ὀλίγον ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῇ τούτου βίᾳ συνείκουσαι πραΰνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ.
在桥墩迎接水流的一侧前面,她预先建造了具有圆形流走部防波角,并逐渐连接到桥墩的宽度,以便角部的尖锐处能切断水流的冲击,而圆形结构顺应水流的力量,缓和河流的猛烈势头。
§2.8.3ἡ μὲν οὖν γέφυρα, κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν Σεμιράμιδος ἔργων τῇ φιλοτεχνίᾳ λείπεσθαι.
因此,这座桥梁用杉木和柏木的梁,以及极巨大的棕榈树干覆盖,宽度为三十英尺,在工艺上似乎不逊于塞米拉尼斯的任何工程。
ἐξ ἑκατέρου δὲ μέρους τοῦ ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα.
在河流的两侧,她建造了奢华的护岸,其宽度与城墙相近,延伸达一百六十斯塔迪翁。
ᾠκοδόμησε δὲ καὶ βασίλεια διπλᾶ παρʼ αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμʼ ἔμελλε τήν τε πόλιν ἅπασαν κατοπτεύσειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων.
她还在紧邻河流、桥梁的两侧各建了一座双联王宫,她打算以此不仅同时俯瞰整个城市,而且仿佛掌握了城市最要害之地的钥匙。
§2.8.4τοῦ δʼ Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύαστο.
由于幼发拉底河流经巴比伦中部并向南流去,在这些王宫中,一侧朝向东方,另一侧朝向西方,两处都建造得十分奢华。
τοῦ μὲν γὰρ πρὸς ἑσπέραν κειμένου μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον, ἐξ ὀπτῆς πλίνθου. ἕτερον δʼ ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθʼ ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπὰ τῇ τῶν χρωμάτων φιλοτεχνίᾳ τὴν ἀλήθειαν ἀπομιμούμενα·
在位于西方的一部分,她建造了长达六十斯塔迪翁的第一道包围圈,由烧制砖筑成的高大且奢华的城墙防卫;在这一圈内,她建造了另一道圆形的包围圈,在此处,在仍是生砖的上面,通过色彩的精巧技艺塑造了各种野兽,栩栩如生。
§2.8.5οὗτος δʼ ὁ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακοσίας πλίνθους, τὸ δʼ ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντήκοντα· τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα.
这道包围圈长度为四十斯塔迪翁,宽度达三百块砖,高度正如克特西亚斯所说,为五十奥尔ギュア;塔楼的高度则达七十奥尔ギュア。
§2.8.6κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν, ἧς ἡ μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν.
她还在更内侧建造了第三道包围圈,包围着卫城,其周长为二十斯塔迪翁,而其建筑的高度和宽度超过了中间城墙的构造。
ἐνῆσαν δʼ ἔν τε τοῖς πύργοις καὶ τείχεσι ζῷα παντοδαπὰ φιλοτέχνως τοῖς τε χρώμασι καὶ τοῖς τῶν τύπων ἀπομιμήμασι κατεσκευασμένα· τὸ δʼ ὅλον ἐπεποίητο κυνήγιον παντοίων θηρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέθη πλέον ἢ πηχῶν τεττάρων.
在塔楼和城墙上,通过色彩和形式的摹仿,巧妙地塑造了各种动物;整体被制成了一个充满各种野兽的狩猎场面,野兽的大小在四培库斯以上。
κατεσκεύαστο δʼ ἐν αὐτοῖς καὶ ἡ Σεμίραμις ἀφʼ ἵππου πάρδαλιν ἀκοντίζουσα, καὶ πλησίον αὐτῆς ὁ ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχῃ.
在其中也塑造了塞米拉尼斯,她骑在马上向豹子投掷标枪,在她附近,她的丈夫尼诺斯正用矛近身刺杀一头狮子。
§2.8.7ἐπέστησε δὲ καὶ πύλας τριττάς, ὧν ὑπῆρχον διτταὶ χαλκαῖ διὰ μηχανῆς ἀνοιγόμεναι.
她还设置了三道门,其中两道是青铜制的,可通过机关开启。
ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ.
因此,这座王宫在规模和构造上,都远胜于河流另一侧的王宫。
ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνθου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῷα φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον· ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς θεωμένοις.
因为另一侧的城墙包围圈只有三十斯塔迪翁的烧制砖,且没有关于动物的精巧技艺,而是设有尼诺斯、塞米拉尼斯及其臣宰的青铜像,此外还有被巴比伦人称为贝洛斯的宙斯像;其中还有战斗的队列和各种狩猎场景,给观看者带来多样的娱乐。