Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.8.1-2.8.7

セミラミスによるユーフラテス川の橋と王宮の建設

108 / 406 箇所 · ギリシア語

要旨

セミラミスはバビロンの建設を加速させるため友人に分担区間を割り当て、自らはユーフラテス川に精巧な橋、護岸、そして一対の王宮を建設した。特に西側の王宮は三重の城壁で囲まれ、野生動物や彼女と夫ニノスの狩猟の様子が極めて精巧に描かれていた。

§2.8.1πρὸς δὲ τὴν ὀξύτητα τῆς τούτων οἰκοδομίας ἑκάστῳ τῶν φίλων στάδιον διεμέτρησε, δοῦσα τὴν ἱκανὴν εἰς τοῦτο χορηγίαν καὶ διακελευσαμένη τέλος ἐπιθεῖναι τοῖς ἔργοις ἐν ἐνιαυτῷ.
彼女はこれらの建設を迅速に行うために、友人のそれぞれに1スタディオンを測定して割り当て、これに必要な十分な資材を与えて、1年のうちに工事を完成させるよう命じた。
§2.8.2ὧν ποιησάντων τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν, αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστήκεσαν ἀπʼ ἀλλήλων πόδας δώδεκα.
彼らが命じられたことを多大なる熱意を以て実行すると、彼女は彼らの名誉心を称賛し、自らは川の最も狭い部分に長さ5スタディオンの橋を建設した。 その際、互いに12フィート離れた柱を水底に巧みに沈めた。
τοὺς δὲ συνερειδομένους λίθους τόρμοις σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα.
そして、互いに密着する石を鉄のクランプでつなぎ合わせ、それらの接合部に溶かした鉛を流し込んで満たした。
τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατεσκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατʼ ὀλίγον ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῇ τούτου βίᾳ συνείκουσαι πραΰνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ.
さらに、柱の水流を受ける側の前面に、流線型の流出部を持つ防波角をあらかじめ造り、それが徐々に柱の幅と同じになるまでなだらかに接続するようにした。 これは、角の鋭い部分が水流の激突を切り裂き、丸みを帯びた部分がその力に逆らわずに受け流すことで、川の勢いを和らげるためであった。
§2.8.3ἡ μὲν οὖν γέφυρα, κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν Σεμιράμιδος ἔργων τῇ φιλοτεχνίᾳ λείπεσθαι.
こうして、杉や糸杉の梁、さらには極めて巨大なナツメヤシの幹で覆われ、幅が30フィートあったこの橋は、セミラミスのどの建造物にもその巧妙さにおいて劣らないと思われた。
ἐξ ἑκατέρου δὲ μέρους τοῦ ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα.
また、彼女は川の両側に、城壁とほぼ同じ幅の豪華な護岸を160スタディオンにわたって建設した。
ᾠκοδόμησε δὲ καὶ βασίλεια διπλᾶ παρʼ αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμʼ ἔμελλε τήν τε πόλιν ἅπασαν κατοπτεύσειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων.
さらに彼女は、川のすぐ傍、橋の両側に二つの王宮を建設した。 これらから彼女は、街全体を見渡すと同時に、街の最も重要な場所の、いわば鍵を手中に収めるつもりであった。
§2.8.4τοῦ δʼ Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύαστο.
ユーフラテス川はバビロンの真ん中を流れて南へと下っていたため、王宮の一方は東を向き、他方は西を向いていたが、双方が豪華に建設されていた。
τοῦ μὲν γὰρ πρὸς ἑσπέραν κειμένου μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον, ἐξ ὀπτῆς πλίνθου.
西側に位置する部分のために、彼女は焼成煉瓦からなる、高大で豪華な城壁によって防備された60スタディオンの第一の包囲壁を作った。
ἕτερον δʼ ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθʼ ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπὰ τῇ τῶν χρωμάτων φιλοτεχνίᾳ τὴν ἀλήθειαν ἀπομιμούμενα·
そして、その内側に、別の円形の包囲壁を建設したが、そこにはまだ生乾きの煉瓦に、あらゆる種類の野獣が、彩色という職人芸によって実物そっくりに表現されていた。
§2.8.5οὗτος δʼ ὁ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακοσίας πλίνθους, τὸ δʼ ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντήκοντα· τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα.
この包囲壁は、長さが40スタディオン、幅が煉瓦300枚分、高さはクテシアスが言うには50オルギュアであり、塔の高さは70オルギュアに達していた。
§2.8.6κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν, ἧς ἡ μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν.
彼女はさらに内側に第三の包囲壁をも建設したが、これはアクロポリスを囲んでおり、その周囲は20スタディオンで、その建築物の高さと幅は中間の城壁の構造を凌駕していた。
ἐνῆσαν δʼ ἔν τε τοῖς πύργοις καὶ τείχεσι ζῷα παντοδαπὰ φιλοτέχνως τοῖς τε χρώμασι καὶ τοῖς τῶν τύπων ἀπομιμήμασι κατεσκευασμένα·
そこには塔や城壁の内部に、色彩と型の精巧な模倣によって巧みに表現された、あらゆる種類の動物が施されていた。
τὸ δʼ ὅλον ἐπεποίητο κυνήγιον παντοίων θηρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέθη πλέον ἢ πηχῶν τεττάρων.
全体は、あらゆる野獣に満ちた狩猟の場面として作られており、それらの大きさは4キュビット以上であった。
κατεσκεύαστο δʼ ἐν αὐτοῖς καὶ ἡ Σεμίραμις ἀφʼ ἵππου πάρδαλιν ἀκοντίζουσα, καὶ πλησίον αὐτῆς ὁ ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχῃ.
その中には、馬上に乗ってヒョウに槍を投げつけているセミラミス自身も描かれており、彼女の傍らには、夫のニノスが至近距離からライオンを槍で突いている姿も描かれていた。
§2.8.7ἐπέστησε δὲ καὶ πύλας τριττάς, ὧν ὑπῆρχον διτταὶ χαλκαῖ διὰ μηχανῆς ἀνοιγόμεναι.
彼女はまた三つの門を設けたが、そのうち二つは仕掛けによって開閉する青銅製のものであった。
ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ.
したがって、この王宮は規模においても構造においても、川の対岸にある王宮をはるかに領駕していた。
ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνθου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῷα φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον·
なぜなら、そちらは城壁の周囲が焼成煉瓦からなる30スタディオンであり、動物を描いた職人芸の代わりに、ニノス、セミラミス、および家臣たち、さらにはバビロニア人がベロスと呼ぶゼウスの青銅像が据えられていたからである。
ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς θεωμένοις.
また、そこには戦闘の隊列やあらゆる種類の狩猟の様子も描かれており、見る者に多彩な娯楽を提供していた。

語釈・文法注

  1. §2.8.2ὧν ποιησάντων — 関係代名詞 ὧν(属格・複数・男性)は、前節の ἑκάστῳ τῶν φίλων(友人のそれぞれに)を指す。主節の主語である αὐτή(彼女自身)とは異なる動作主(友人たち)の行為を表すため、関係代名詞が独立属格(genitive absolute)の主語として用いられている「関係詞の連結」の例である。
  2. §2.8.3ἐξ ὧν — 関係代名詞 ὧν(属格・複数・中性)は、先行詞の βασίλεια διπλᾶ(一対の王宮、複数扱い)を指す。前置詞 ἐξ(~から)とともに用いられて起点の場所を示し、後続の目的を表す未来不定詞節にかかっている。
  3. §2.8.4ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις — 形容詞 ὠμαῖς(生の、焼いていない)が定冠詞(ταῖς)の前、すなわち述語的位置(predicative position)に置かれている。これは「煉瓦がまだ生(生乾き)の状態であるうちに」という、対象の一時的な状態や時間的限定を表す構文である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.8.1-2.8.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.8.1-2.8.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。