Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.9.1-2.9.9

塞米拉尼斯营建地下通道与贝洛斯神庙

第 109 段,共 406 段 · 希腊语

内容简介

塞米拉尼斯在巴比伦建造了一条连接两岸王宫的地下通道(运河),并在城中心兴建了高耸的贝洛斯神庙,供奉了奢华的金银雕像与神宝,但这些后来被波斯人掠夺。

§2.9.1μετὰ δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξαμενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάθος ἔχουσαν ποδῶν τριάκοντα καὶ πέντε.
此后,她选了巴比伦尼亚地势最低的地方,建造了一个方形的蓄水池,其每边长三百斯塔迪翁,由烧制砖和沥青筑成,深度达三十五英尺。
§2.9.2εἰς ταύτην δʼ ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ τάδε βασιλείων εἰς θάτερα διώρυχα· ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτῳ κατέχρισεν ἡψημένῃ, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων.
她将河流引入其中,建造了一条从这一侧王宫通往另一侧王宫的通道;她用烧制砖筑起拱顶,并从内外两侧涂上煮沸的沥青,直到涂层的厚度达到四培库斯。
τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δʼ ὕψος χωρὶς τῆς καμφθείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν πεντεκαίδεκα.
这条通道的墙壁宽度相当于二十块砖,高度在不计弯曲的拱券时为十二英尺,而宽度为十五英尺。
§2.9.3ἐν ἡμέραις δʼ ἑπτὰ κατασκευασθείσης αὐτῆς ἀποκατέστησε τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρχουσαν ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασθαι τὴν Σεμίραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ θάτερα διαπορεύεσθαι μὴ διαβαίνουσαν τὸν ποταμόν.
在七天内将其建成后,她将河流恢复到原先的流向,以便在水流从通道上方流过时,塞米拉尼斯能够从对岸的王宫走到另一侧,而无需渡河。
ἐπέστησε δὲ καὶ πύλας τῇ διώρυχι χαλκᾶς ἐφʼ ἑκάτερον μέρος, αἳ διέμειναν μέχρι τῆς Περσῶν βασιλείας.
她还在通道的两侧设置了青铜门,这些门一直保留到波斯人统治的时期。
§2.9.4μετὰ δὲ ταῦτα ἐν μέσῃ τῇ πόλει κατεσκεύασεν ἱερὸν Διός, %5ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καθάπερ εἰρήκαμεν, Βῆλον.
此后,她在城市中心建造了一座宙斯神庙,正如我们所说,巴比伦人称其为贝洛斯。
περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων, καὶ τοῦ κατασκευάσματος διὰ τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασθαι τἀκριβές.
由于历史学家们对此意见不一,且该建筑因年代久远已经坍塌,因此无法得出确切的结论。
ὁμολογεῖται δʼ ὑψηλὸν γεγενῆσθαι καθʼ ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῷ τὰς τῶν ἄστρων πεποιῆσθαι παρατηρήσεις, ἀκριβῶς θεωρουμένων τῶν τʼ ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευάσματος ὕψος.
但人们公认它极高,且迦勒底人在其中进行星象观测,由于该建筑的高度,星辰的升起和落下得以被精确地观测。
§2.9.5τῆς δʼ ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου %5καὶ πλίνθου πεφιλοτεχνημένης πολυτελῶς, ἐπʼ ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα χρυσᾶ σφυρήλατα, Διός, Ἥρας, Ῥέας.
整座建筑用沥青和砖块奢华地打造,在登顶之处,她设立了三尊金制的锻造雕像,分别是宙斯、赫拉和瑞亚。
τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταθμὸν εἶχε χιλίων ταλάντων Βαβυλωνίων· τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καθήμενον χρυσοῦ τὸν ἴσον σταθμὸν εἶχε τῷ προειρημένῳ· ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν λέοντες δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέθεις ἀργυροῖ, τριάκοντα ταλάντων ἕκαστος ἔχων τὸ βάρος.
其中,宙斯的雕像是站立且向前迈步的姿态,高度为四十英尺,重量为一千巴比伦塔兰托;瑞亚的雕像坐在一张金椅上,重量与前述雕像相等;在她的膝盖上站着两头狮子,附近还有极巨大的银蛇,每条重三十塔兰托。
§2.9.6τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταθμὸν ἔχον ταλάντων ὀκτακοσίων, καὶ τῇ μὲν δεξιᾷ χειρὶ κατεῖχε τῆς κεφαλῆς ὄφιν, τῇ δʼ ἀριστερᾷ σκῆπτρον λιθοκόλλητον.
赫拉的雕像是站立的,重量为八百塔兰托,她用右手抓住一条蛇的头部,左手拿着一柄嵌有宝石的权杖。
§2.9.7τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο τράπεζα χρυσῆ σφυρήλατος, τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δʼ εὖρος πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων.
在所有这些雕像前,放着一张共用的金制锻造桌子,长度为四十英尺,宽度为十五英尺,重量为五百塔兰托。
ἐπὶ δὲ ταύτης ἐπέκειντο δύο καρχήσια, §2.9.8σταθμὸν ἔχοντα τριάκοντα ταλάντων.
桌子上放着两个卡尔凯西翁大杯,重量为三十塔兰托。
ἦσαν δὲ καὶ θυμιατήρια τὸν μὲν ἀριθμὸν ἴσα, τὸν δὲ σταθμὸν ἑκάτερον ταλάντων τριακοσίων· ὑπῆρχον δὲ καὶ κρατῆρες χρυσοῖ τρεῖς, ὧν ὁ μὲν τοῦ Διὸς εἷλκε τάλαντα Βαβυλώνια χίλια καὶ διακόσια, τῶν δʼ ἄλλων ἑκάτερος ἑξακόσια.
此外还有同等数量的香炉,每个重三百塔兰托;还有三个金制的克拉特尔混酒器,其中宙斯的一个重一千二百巴比伦塔兰托,其余两个各重六百塔兰托。
§2.9.9ἀλλὰ ταῦτα μὲν οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον ἐσύλησαν· τῶν δὲ βασιλείων καὶ τῶν ἄλλων κατασκευασμάτων ὁ χρόνος τὰ μὲν ὁλοσχερῶς ἠφάνισε, τὰ δʼ ἐλυμήνατο·
然而,波斯国王们后来掠夺了这些财宝;至于王宫和其他建筑,时间的流逝使一些完全消失,另一些则遭到了破坏。
καὶ γὰρ αὐτῆς τῆς Βαβυλῶνος νῦν βραχύ τι μέρος οἰκεῖται, τὸ δὲ πλεῖστον ἐντὸς τείχους γεωργεῖται.
事实上,如今巴比伦城自身也只有一小部分有人居住,城墙内的大部分土地都被用作耕地。

词汇与语法注释

  1. §2.9.2χωρὶς τῆς καμφθείσης ψαλίδος — 介词 χωρὶς(除去、不包括)支配属格。在此处,καμφθείσης ψαλίδος 意为“弯曲的拱券”,表明在测量通道墙壁(τοῖχοι)的高度时,排除了拱形顶棚的高度。
  2. §2.9.5διαβεβηκός — 动词 διαβαίνω 的完成时主动分词中性单数形式。在描述雕像的姿态时,它表示“双腿分开站立”、“迈步向前”的动态站姿,这是古希腊雕塑中常见的一种姿态描绘。
  3. §2.9.6τῆς κεφαλῆς — 表示部分或接触的属格(genitive of contact),与动词 κατεῖχε(抓住、握住)和直接宾语 ὄφιν(蛇)连用,意为“抓住蛇的头部”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.9.1-2.9.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.9.1-2.9.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。