§2.7.1ὁ δὲ Νίνος τούς τε ἐν Βάκτροις παρέλαβε θησαυρούς, ἔχοντας πολὺν ἄργυρόν τε καὶ χρυσόν, καὶ τὰ κατὰ τὴν Βακτριανὴν καταστήσας ἀπέλυσε τὰς δυνάμεις.
而尼诺斯接管了巴克特拉的财宝(其中含有大量的金银),在整顿了巴克特里亚的事务后解散了军队。
μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν.
此后,他与塞米拉尼斯生下儿子尼纽アス后便去世了,留下了他的妻子作为女王。
τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις, καὶ κατεσκεύασεν ἐπʼ αὐτῷ χῶμα παμμέγεθες, οὗ τὸ μὲν ὕψος ἦν ἐννέα σταδίων, §2.7.2τὸ δʼ εὖρος, ὥς φησι Κτησίας, δέκα.
塞米拉尼斯将尼诺斯安葬在王宫中,并在他身上建造了一座极大的土陵,其高度为九斯塔迪翁,而宽度,正如克特西亚斯所说,为十斯塔迪翁。
διὸ καὶ τῆς πόλεως παρὰ τὸν Εὐφράτην ἐν πεδίῳ κειμένης ἀπὸ πολλῶν σταδίων ἐφαίνετο τὸ χῶμα καθαπερεί τις ἀκρόπολις· ὃ καὶ μέχρι τοῦ νῦν φασι διαμένειν, καίπερ τῆς Νίνου κατεσκαμμένης ὑπὸ Μήδων, ὅτε κατέλυσαν τὴν Ἀσσυρίων βασιλείαν.
因此,由于该城位于幼发拉底河畔的平原上,在许多斯塔迪翁之外就能看见这座土陵,宛如一座卫城;据说,尽管尼诺斯城在米底人消灭亚述帝国时被夷为平地,但这土陵仍保存至今。
ἡ δὲ Σεμίραμις, οὖσα φύσει μεγαλεπίβολος καὶ φιλοτιμουμένη τῇ δόξῃ τὸν βεβασιλευκότα πρὸ αὐτῆς ὑπερθέσθαι, πόλιν μὲν ἐπεβάλετο κτίζειν ἐν τῇ Βαβυλωνίᾳ, ἐπιλεξαμένη δὲ τοὺς πανταχόθεν ἀρχιτέκτονας καὶ τεχνίτας, ἔτι δὲ τὴν ἄλλην χορηγίαν παρασκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συντέλειαν ἀνδρῶν μυριάδας διακοσίας.
塞米拉尼斯天生志向远大,且渴望在名声上超越在她之前统治的人,于是着手在巴比伦尼亚建造一座城市。 她从各地选拔了建筑师和工匠,并筹备了其他所需的资材,从全国各地召集了二百万男子来完成这项工程。
§2.7.3ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον περιεβάλετο τεῖχος τῇ πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον πύργοις πυκνοῖς καὶ μεγάλοις, ὥς φησι Κτησίας ὁ Κνίδιος, ὡς δὲ Κλείταρχος καὶ τῶν ὕστερον μετʼ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα πέντε σταδίων·
她将幼发拉底河合拢在中间,在城市周围筑起了一道长达三百六十斯塔迪翁的城墙,其间分布着密集而高大的塔楼,正如克尼多斯的克特西亚斯所说;但正如克雷塔尔科斯和后来随亚历山大渡海前往亚洲的某些人所记载,城墙长达三百六十五斯塔迪翁。
καὶ προστιθέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτιμήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι.
他们还补充说,由于一年的天数与此相同,她极力想把城墙的长度设定为相同的斯塔迪翁数。
§2.7.4ὀπτὰς δὲ πλίνθους εἰς ἄσφαλτον ἐνδησαμένη τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτησίας φησί, πεντήκοντα ὀργυιῶν, ὡς δʼ ἔνιοι τῶν νεωτέρων ἔγραψαν, πηχῶν πεντήκοντα, τὸ δὲ πλάτος πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον· πύργους δὲ τὸν μὲν ἀριθμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δʼ ὕψος καὶ πλάτος ἐξ ἀναλόγου τῷ βάρει τῶν κατὰ τὸ τεῖχος ἔργων.
她用沥青粘合烧制砖,建造了城墙,其高度正如克特西亚斯所说为五十奥尔ギュア,而如一些较晚近的作者所写为五十培库斯,宽度则足以容纳两辆以上的战车并驾齐驱;塔楼的数量为二百五十座,其高度和宽度与城墙工程的庞大规模相称。
§2.7.5οὐ χρὴ δὲ θαυμάζειν εἰ τηλικούτου τὸ μέγεθος τοῦ περιβόλου καθεστῶτος ὀλίγους πύργους κατεσκεύασεν· ἐπὶ πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ ἔδοξεν αὐτῇ πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης ὀχυρότητα.
尽管城墙的周长如此巨大,她却只建造了很少的塔楼,对此不必感到惊异;因为城市有很大一部分被沼泽环绕,在这一区域她认为没有必要建造塔楼,因沼泽的自然地势已提供了足够的防御。
ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντῃ κατελέλειπτο δίπλεθρος.
在房屋与城墙之间,各处都留出了宽达二普勒特隆的道路。