Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.59.1-2.59.9

太阳岛居民的饮食宗教与奇特动植物

第 159 段,共 406 段 · 希腊语

内容简介

文中详细描述了太阳群岛居民的饮食习惯、宗教崇拜、衣着、社会分工,以及该地独特的动植物和自然现象。

§2.59.1πάντες δʼ οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται·
虽然那里所有的居民都拥有自然生长且丰富的万物供应,但他们并不放纵地享受,而是追求质素,仅摄取足够的食物。
κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφθὰ σκευάζουσι· τῶν δʼ ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι.
他们把肉类及其他所有食物烤制或用水煮熟;但对于厨师们精心制作的其他酱汁以及调料的多样性,他们完全一无所知。
§2.59.2σέβονται δὲ θεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καθόλου πάντα τὰ οὐράνια.
他们崇拜将万物包容在内者、太阳以及普遍的所有天体为神。
ἰχθύων δὲ παντοδαπῶν πλῆθος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα θηρεύουσι.
他们用各种方法捕捞大量的各色鱼类,并猎取不少飞禽。
§2.59.3γίνεται δὲ παρʼ αὐτοῖς ἀκροδρύων τε πλῆθος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόν τε ποιοῦσι δαψιλὲς καὶ οἶνον.
在他们那里,自然生长着大量的果树,也生长着橄榄和葡萄,他们从中制造出丰沛的橄榄油和葡萄酒。
ὄφεις τε τοῖς μεγέθεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνθρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν.
还有一些体型巨大却不伤害人类的蛇类,其肉可食,且具有格外的甜美。
§2.59.4ἐσθῆτας δὲ αὐτοὺς κατασκευάζειν ἔκ τινων καλάμων ἐχόντων ἐν τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντας καὶ τοῖς θαλαττίοις ὀστρέοις συγκεκομμένοις μίσγοντας θαυμαστὰ κατασκευάζειν ἱμάτια πορφυρᾶ.
关于衣服,他们用某些中间长有明亮且柔软绒毛的芦苇制成,他们将这些绒毛收集起来,与捣碎的海贝混合,制成令人惊叹的紫色衣裳。
ζῴων δὲ παρηλλαγμένας φύσεις καὶ διὰ τὸ παράδοξον ἀπιστουμένας.
那里的动物本性奇特,因其不可思议而令人难以置信。
§2.59.5πάντα δὲ παρʼ αὐτοῖς ὡρισμένην ἔχειν τάξιν τὰ κατὰ τὴν δίαιταν, οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων· διατετάχθαι δʼ ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχθύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δʼ ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων.
他们饮食方面的一切都具有固定的秩序,并非所有人都在同一时间摄取相同的食物;而是规定在某些特定的日子里,有时吃鱼,有时吃鸟,有时吃陆地动物,有时则吃橄榄和最简素的副食。
§2.59.6ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δʼ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων.
他们轮流交替,有的人互相服侍,有的人捕鱼,有的人从事手艺,有的人忙于其他有用的事务,还有的人则按循环周期履行公共职务,但已经年迈的人除外。
§2.59.7ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαί τε καὶ ᾅδεσθαι παρʼ αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάς τε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι.
在节日和宴会中,他们会传诵并歌唱赞美众神的颂歌和赞词,尤其是献给太阳的,他们也正是以太阳来命名这些岛屿和他们自己。
§2.59.8θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι.
他们在落潮时将死者埋葬在沙土中,以便在涨潮时该处被掩埋。
τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι.
他们还说,那些产出食用果实的芦苇,其粗细约为一跨,会随着月亮的盈满而变粗,又随着月亮的亏缺而相应地变细。
§2.59.9τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται.
而温泉之水甘甜且健康,保持着热量,绝不冷却,除非混入冷水或葡萄酒。

词汇与语法注释

  1. §2.59.1ἀνεπινόητοι — 形容词 `ἀνεπινόητος`(意为“未曾想到的”、“对此无知的”)支配属格 `τῶν δʼ ἄλλων... χυμῶν` 和 `τῆς... ποικιλίας`,表示他们所不了解的对象。
  2. §2.59.5οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων — 这是一个属格独立结构(genitive absolute)。其中 `πάντων` 作逻辑主语,现在分词 `λαμβανόντων` 作逻辑谓语,对主句“一切都有固定的秩序”起到伴随状况或原因的说明作用。
  3. §2.59.7οὗ — 关系代词 `ὅς` 的阳性单数属格形式,其先行词为 `τὸν ἥλιον`(太阳)。此处的属格表示起源或依凭,与动词 `προσαγορεύουσι` 连用,表示“以(太阳)之名命名”。
  4. §2.59.8τοὺς δὲ καλάμους... φασὶ... ἀναπληροῦσθαι — 由表示传闻的动词 `φασί`(“据说”)引导的“对格+不定式”结构(accusative with infinitive)。对格的 `τοὺς δὲ καλάμους` 作主语,现在被动不定式 `ἀναπληροῦσθαι`(“变粗”)和 `ταπεινοῦσθαι`(“变细”)作动词。另外,修饰此处的 `τὸ πάχος` 是表示“在粗细方面”的限定对格(accusative of respect)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.59.1-2.59.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.59.1-2.59.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。