Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.58.1-2.58.7

太阳岛共有妇孺的习俗与奇特动物

第 158 段,共 406 段 · 希腊语

内容简介

狄奥多罗斯记述了太阳群岛居民共有妻子和孩子以维持和谐的生活方式,并描绘了当地奇特的生态,包括一种血液具有粘合神奇力量的微小动物,以及用来测试婴儿灵魂禀性的巨型鸟。

§2.58.1γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπʼ ἴσης ἀγαπᾶν· νηπίων δʼ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδʼ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους.
此外,他们不娶妻,而是将女子共有,并将出生的孩子们作为共同的孩子抚养,平等地爱护他们;在孩子们还是婴儿时,乳母们常常互相调换赤子,以便连母亲们也无法认出自己的孩子。
διόπερ μηδεμιᾶς παρʼ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν.
因此,由于他们之间没有产生任何虚荣竞争,他们始终保持无派系斗争的状态,并将和谐视为最重要的事物。
§2.58.2εἶναι δὲ παρʼ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος· εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δʼ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφʼ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα· §2.58.3διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα· ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά.
他们那里也有一些动物,体型虽然微小,但在身体的构造和血液的力量上却十分奇异;因为它们形状圆,非常像乌龟,表面被两条黄色的线条交叉画十字,在每条线的端点都有一只眼睛和一个嘴巴;因此,它们用四只眼睛观看,用相同数量的嘴巴将食物聚集到单一的食道中,当食物通过食道被吞下时,所有的东西都流进同一个胃里;同样地,它们的心脏内脏及其他所有内部器官也都是单一的。
πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, διʼ ὧν δύνασθαι πορεύεσθαι πρὸς ὃ ἂν μέρος βούληται.
在圆周的下方生有许多只脚,它们可以借助这些脚向自己想去的任何方向前进。
§2.58.4τὸ δʼ αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν· πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ἢ ὅμοιον εἰπεῖν τύχῃ, διʼ αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται.
这种动物的血液具有神奇的力量;因为它能立即粘合所有被切开的有生命躯体,即使手或类似的部分偶然被切断,只要切口尚新,就可以通过这种血液粘合,身体的其他部位也是如此,只要这些部位不属于维持生命的中枢致命部位。
§2.58.5ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις· ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα.
每个社群都抚养着一种体型巨大、本性奇特的鸟,并以此来测试婴儿们具有怎样的灵魂禀性;因为他们将婴儿们放在这些鸟身上,当它们飞起时,他们抚养那些能够承受在空中飞行的婴儿,而将那些产生眩晕、充满恐惧的婴儿抛弃,认为他们既不能长寿,在灵魂的其他品质上也不值一提。
§2.58.6ἑκάστου δὲ συστήματος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται· ὅταν δʼ ὁ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν.
在每个社群中,最年长者总是像国王一样拥有领导权,所有人都顺从他;当首领满了一百五十岁,并按照法律自行结束生命时,排在他之后的最年长者便继承领导权。
§2.58.7ἡ δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε.
而该岛周围的海水虽然潮流湍急,并产生巨大的潮汐干满,但尝起来却是甜的。
τῶν δὲ παρʼ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ καθόλου μὴ φαίνεσθαι.
在我们这里的星辰中,大熊座和小熊座以及许多其他星辰完全看不见。
ἑπτὰ δʼ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δʼ ἀλλήλων διεστηκυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.
这些岛屿共有七个,面积大致相同,彼此距离适中,且全部采用相同的习俗和法律。

词汇与语法注释

  1. 2.58.1διαλλάττειν — 在延续自前文的间接引语中,διαλλάττειν 是带宾格主语 τὰς τρεφούσας(乳母们)的宾格不定式结构。
  2. 2.58.4κολλᾶν — 主动意不定词 κολλᾶν(粘合)的主语是前句省略的主语 τὸ δʼ αἷμα(血液),而随后的 κολλᾶσθαι 是被动语态(被粘合),其主语是 χείρ(手)。
  3. 2.58.5τὰ μὲν... τὰ δὲ — 用作代词的冠词(宾格复数中性,指代婴儿 τὰ βρέφη),分别受分词短语 τὴν... ὑπομένοντα 和 περιναύτια γινόμενα... 修饰,作为后续及物动词 τρέφουσι 和 ῥίπτουσιν 的直接宾语。
  4. 2.58.7τῶν δὲ παρʼ ἡμῖν ἄστρων — 修饰其后 τὰς ἄρκτους(熊星座)与 πολλά(许多星辰)的部分属格。παρʼ ἡμῖν(我们那里)指作者和读者所处的地中海世界。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.58.1-2.58.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.58.1-2.58.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。