Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.60.1-2.60.4

扬布鲁斯被逐出太阳之岛与返回希腊

第 160 段,共 406 段 · 希腊语

内容简介

扬布鲁斯一行被逐出太阳之岛后漂流至印度,同伴遇难,而扬布鲁斯受到印度国王的礼遇,最终经由波斯平安返回希腊并记录了其见闻。

§2.60.1ἑπτὰ δʼ ἔτη μείναντας παρʼ αὐτοῖς τοὺς περὶ τὸν Ἰαμβοῦλον ἐκβληθῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐθισμοῖς συντεθραμμένους.
扬布鲁斯一行人在他们那里停留了七年之后,违背自己的意愿被驱逐了出去,理由是他们被视为恶人,且是在恶劣的习俗中抚养长大的。
πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασθῆναι τὸν χωρισμὸν ποιήσασθαι, καὶ τροφὴν ἐνθεμένους πλεῦσαι πλέον ἢ τέτταρας μῆνας· ἐκπεσεῖν δὲ κατὰ §2.60.2τὴν Ἰνδικὴν εἰς ἅμμους καὶ τεναγώδεις τόπους·
因此,他们被迫再次建造起小船,不得不启程离开,并装载了粮食,航行了四个多月;最后他们漂流到了印度的一处沙滩和多沼泽的地方。
καὶ τὸν μὲν ἕτερον αὐτῶν ὑπὸ τοῦ κλύδωνος διαφθαρῆναι, τὸν δὲ Ἰαμβοῦλον πρός τινα κώμην προσενεχθέντα ὑπὸ τῶν ἐγχωρίων ἀναχθῆναι πρὸς τὸν βασιλέα εἰς πόλιν Παλίβοθρα, πολλῶν ἡμερῶν ὁδὸν ἀπέχουσαν τῆς θαλάττης.
他们中的另一个人在风浪中丧生,而扬布鲁斯则被冲到了某个村庄,并被当地人带到了距离大海有许多天路程的巴利博特拉城的国王那里。
§2.60.3ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι· τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελθεῖν, §2.60.4ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωθῆναι.
由于这位国王热爱希腊人并重视教养,因而给予了他极高的礼遇;最后在得到一定安全保障的情况下,他先是穿过波斯,后来安全返回了希腊。
ὁ δὲ Ἰαμβοῦλος ταῦτά τε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις.
扬布鲁斯认为这些事情值得记录下来,并且还撰写了不少关于印度且不为他人所知的事物。
ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.
而我们,既然已经履行了本书开头所作的承诺,便在此结束本卷。

词汇与语法注释

  1. §2.60.1τοὺς περὶ τὸν Ἰαμβοῦλον — 字面意思是“围绕着扬布鲁斯的人”,这是古典希腊语的一种常见惯用表达,指“扬布鲁斯及其同伴”或单指“扬布鲁斯本人”。在此语境下,它指的是这位旅行者及其同行伙伴。
  2. §2.60.3ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου — 这是一个属格独立结构,名词 `τοῦ βασιλέως` 作为现在分词 `ὄντος` 和 `ἀντεχομένου` 的逻辑主语。在语法上起副词性作用,表示原因:“因为这位国王热爱希腊人并重视教养”。
  3. §2.60.4ταῦτά τε ἀναγραφῆς ἠξίωσε — 动词 `ἀξιόω`(认为……值得)支配宾格(`ταῦτα`,这些事)与属格(`ἀναγραφῆς`,记录)。字面意思是“他认为这些事情值得记录”,即“他将这些事情记录下来”。此处叙事从间接引语(不定式)切换回了直接叙述(直陈式不定过去时 `ἠξίωσε`)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.60.1-2.60.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.60.1-2.60.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。