§2.59.1πάντες δʼ οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται·
そこに住むすべての者は、あらゆるものの自生する豊かな恵みを手に入れているにもかかわらず、それでもなお享楽にふけることはせず、むしろ質素さを追求して必要十分な食物を摂取する。
κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφθὰ σκευάζουσι·
また、肉や他のすべての食物は、焼くか、あるいは水で茹でて調理する。
τῶν δʼ ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι.
しかし、料理人たちによって精巧に作られた他の味付けや、調味料による多様さについては、彼らは完全に無知である。
§2.59.2σέβονται δὲ θεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καθόλου πάντα τὰ οὐράνια.
彼らは、万物を包み込むものと太陽、そして総じてすべての天体を神々として崇拝している。
ἰχθύων δὲ παντοδαπῶν πλῆθος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα θηρεύουσι.
また、多種多様な魚の群れを様々な方法で漁獲し、鳥類も少なくない数を捕らえる。
§2.59.3γίνεται δὲ παρʼ αὐτοῖς ἀκροδρύων τε πλῆθος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόν τε ποιοῦσι δαψιλὲς καὶ οἶνον.
また彼らの土地には、果樹が自然に豊かに実り、オリーブやブドウも育ち、それらから豊かなオリーブ油やワインを作る。
ὄφεις τε τοῖς μεγέθεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνθρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν.
また、大きさにおいて際立っていながらも、人間を一切害することのない蛇たちがおり、その肉は食用になり、格別の甘みを持っている。
§2.59.4ἐσθῆτας δὲ αὐτοὺς κατασκευάζειν ἔκ τινων καλάμων ἐχόντων ἐν τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντας καὶ τοῖς θαλαττίοις ὀστρέοις συγκεκομμένοις μίσγοντας θαυμαστὰ κατασκευάζειν ἱμάτια πορφυρᾶ.
衣服については、彼らは中央に輝かしく柔らかい綿毛を持つある種の葦からこれを作り、その綿毛を集めて、砕いた海の貝と混ぜ合わせることで、驚くほど見事な紫色の衣を作り出す。
ζῴων δὲ παρηλλαγμένας φύσεις καὶ διὰ τὸ παράδοξον ἀπιστουμένας.
また、動物たちの性質は一風変わっており、その驚異さゆえに信じがたいほどである。
§2.59.5πάντα δὲ παρʼ αὐτοῖς ὡρισμένην ἔχειν τάξιν τὰ κατὰ τὴν δίαιταν, οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων·
また、彼らの間では食生活に関するすべてのことが定められた秩序を持っており、全員が同時に同じ食物をとるわけではない。
διατετάχθαι δʼ ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχθύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δʼ ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων.
定められた特定の日々に対して、ある時は魚を食べること、ある時は鳥を、またある時は陸上動物を、そして時にはオリーブや極めて簡素な副菜を食べることが規定されている。
§2.59.6ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δʼ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων.
そして、すでに老齢に達した者たちを除いて、彼らは交互に、ある者たちは互いに奉仕し、ある者たちは漁をし、ある者たちは技術に従事し、他の者たちはその他の有用な仕事に携わり、またある者たちは循環的な交代制によって公共の義務を果たす。
§2.59.7ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαί τε καὶ ᾅδεσθαι παρʼ αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάς τε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι.
祭りや宴会においては、彼らの間で神々への賛歌や称賛の歌が語られ、歌われるが、特に太陽に対してそうであり、太陽にちなんで彼らは島々と自分たち自身を名付けている。
§2.59.8θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι.
彼らは、引き潮が起こったときに死者を砂の中に埋めて葬り、満ち潮のときにはその場所が再び覆い隠されるようにする。
τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι.
また、そこから食物となる実が得られる葦は、太さが1スパンほどであるが、月の満ち欠けに応じて太くなり、逆に欠けていくのに応じて比例して細くなると言われている。
§2.59.9τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται.
また、温泉の水は甘くて健康的であり、その熱さを保ち続け、冷たい水やワインが混ぜ合わされない限り、決して冷めることがない。