§2.57.1βιοῦν δʼ αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων ἢ τετρακοσίων· τούτους δʼ ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν· διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσθαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν.
他们依宗族和社群居住,聚集在一起的亲属不超过四百人;这些群体在草地上生活,因为土地产出丰富的食物供他们食用;这是由于该岛的肥沃和气候的温和,使得自生的食物自然产生,且多于所需。
§2.57.2φύεσθαι γὰρ παρʼ αὐτοῖς κάλαμον πολύν, φέροντα καρπὸν δαψιλῆ, παρεμφερῆ τοῖς λευκοῖς ὀρόβοις.
因为他们那里生长着许多芦苇,结出丰盛的果实,非常类似于白苦豌豆。
τοῦτον οὖν συναγαγόντες βρέχουσιν ἐν ὕδατι θερμῷ, μέχρι ἂν τὸ μέγεθος σχῶσιν ὡς ᾠοῦ περιστερᾶς· ἔπειτα συνθλάσαντες καὶ τρίψαντες ἐμπείρως ταῖς χερσὶ διαπλάττουσιν ἄρτους, οὓς ὀπτήσαντες σιτοῦνται διαφόρους ὄντας τῇ γλυκύτητι.
因此,他们将这些果实收集起来,浸泡在温水中,直到其颗粒达到鸽蛋大小;然后,他们将其压碎并用手熟练地揉捏,制成面包,烘烤后食用,其甜美非同寻常。
§2.57.3εἶναι δὲ καὶ πηγὰς ὑδάτων δαψιλεῖς, τὰς μὲν θερμῶν εἰς λουτρὰ καὶ κόπων ἀφαίρεσιν εὐθέτους, τὰς δὲ ψυχρῶν τῇ γλυκύτητι διαφόρους καὶ πρὸς ὑγίειαν συνεργεῖν δυναμένας.
此外,还有丰富的泉水,一种是适于沐浴和消除疲劳的温泉,另一种是极其甘美、能促进健康的冷泉。
ὑπάρχειν δὲ παρʼ αὐτοῖς καὶ παιδείας πάσης ἐπιμέλειαν, μάλιστα δὲ ἀστρολογίας· §2.57.4γράμμασί τε αὐτοὺς χρῆσθαι κατὰ μὲν τὴν δύναμιν τῶν σημαινόντων εἴκοσι καὶ ὀκτὼ τὸν ἀριθμόν, κατὰ δὲ τοὺς χαρακτῆρας ἑπτά, ὧν ἕκαστον τετραχῶς μετασχηματίζεσθαι.
在他们之中,也十分重视所有的教育,尤其是天文学;他们使用的字母,按其所代表的音义功能来看,数量为二十八个,但基本字形只有七个,其中每个字形又各有四种变形。
γράφουσι δὲ τοὺς στίχους οὐκ εἰς τὸ πλάγιον ἐκτείνοντες, ὥσπερ ἡμεῖς, ἀλλʼ ἄνωθεν κάτω καταγράφοντες εἰς ὀρθόν.
他们书写行文时,并不像我们那样横向延伸,而是从上到下垂直书写。
πολυχρονίους δʼ εἶναι τοὺς ἀνθρώπους καθʼ ὑπερβολήν, ὡς ἂν ἄχρι τῶν πεντήκοντα καὶ ἑκατὸν ἐτῶν ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον.
这些人的寿命极长,大多能活到一百五十岁,且基本上不生病。
§2.57.5τὸν δὲ πηρωθέντα ἢ καθόλου τι ἐλάττωμα ἔχοντα ἐν τῷ σώματι μεθιστάνειν ἑαυτὸν ἐκ τοῦ ζῆν ἀναγκάζουσι κατά τινα νόμον ἀπότομον.
然而,对于残疾或身体有任何缺陷的人,他们会根据某条严厉的法律,强迫其结束生命。
νόμιμον δʼ αὐτοῖς ἐστι ζῆν ἄχρι ἐτῶν ὡρισμένων, καὶ τὸν χρόνον τοῦτον ἐκπληρώσαντας ἑκουσίως μεταλλάττειν ἐξηλλαγμένῳ θανάτῳ· φύεσθαι γὰρ παρʼ αὐτοῖς ἰδιοφυῆ βοτάνην, ἐφʼ ἧς ὅταν τις κοιμηθῇ, λεληθότως καὶ προσηνῶς εἰς ὕπνον κατενεχθεὶς ἀποθνήσκει.
他们还有一条习俗,即只能活到规定的岁数,在满这个期限后,便以一种独特的方式自愿离世;因为他们那里生长着一种具有奇特属性的草药,任何人躺在上面睡觉,都会在不知觉中安详地入睡并死去。