§2.58.1γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπʼ ἴσης ἀγαπᾶν·
また、彼らは妻を娶らず、女性を共同のものとして所有し、生まれた子供たちを共同のものとして育てながら同等に愛する。
νηπίων δʼ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδʼ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους.
子供たちが乳幼児である間、乳母たちはしばしば赤ん坊たちを入れ替えるが、それは母親たちでさえ自分の実の子供を認識できないようにするためである。
διόπερ μηδεμιᾶς παρʼ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν.
それゆえ、彼らの間にはいかなる名誉欲も生じず、派閥争いのない状態を保ち、一致協調を最も重んじて過ごし続ける。
§2.58.2εἶναι δὲ παρʼ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος·
また彼らの間には動物たちもいるが、大きさにおいては小さいものの、身体の性質や血液の効力において驚異的である。
εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δʼ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφʼ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα·
なぜなら、それらは形においては丸く、亀に極めてよく似ており、表面は2本の黄色い線で十字に区切られていて、それぞれの線の端に目と口を持っているからである。
§2.58.3διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα·
それゆえ、それらは4つの目で見て、同数の口を用いて食物を1つの喉へと集め、これを通して食物が飲み込まれると、すべてが1つの胃へと流れ込む。
ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά.
同様に、内臓やその他の内部の器官もすべて単一である。
πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, διʼ ὧν δύνασθαι πορεύεσθαι πρὸς ὃ ἂν μέρος βούληται.
そして、円周の周りに多くの足が下に位置しており、それらによって自分が望むどの方向へも進むことができる。
§2.58.4τὸ δʼ αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν·
この動物の血液は驚異的な力を持っている。
πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ἢ ὅμοιον εἰπεῖν τύχῃ, διʼ αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται.
すなわち、切断されたあらゆる息のある身体を直ちに接着するのであり、たとえ手が切断されたり、あるいは同様のことがたまたま起こったとしても、切り口がまだ新しいならば、それによって接着される。 身体の他の部分についても、生命を維持する中枢的な部位で占められていない限りは同様である。
§2.58.5ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις·
また各共同体は、独自の性質を持つ非常に大きな鳥を飼育しており、これによって乳幼児である赤ん坊たちが魂のどのような素質を持っているかが試される。
ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα.
すなわち、彼らは赤ん坊たちをこれらの鳥の上に乗せるが、鳥たちが飛び立ったとき、空中を運ばれることに耐える赤ん坊を彼らは育て、目眩を起こして恐怖に満たされる赤ん坊は、長寿になるはずもなく、魂の他の素質においても見るべきところがないものとして投げ捨てるのである。
§2.58.6ἑκάστου δὲ συστήματος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται·
各共同体においては、常に最長老の者が王のように指導権を持ち、すべての者がこれに従う。
ὅταν δʼ ὁ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν.
そして、指導者たる最長老が150年を満了して法律に従って自ら命を絶つとき、その次に高齢の者が指導権を継承する。
§2.58.7ἡ δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε.
また、島の周囲の海は、潮流が激しく大きな干満を起こすものの、味は甘い。
τῶν δὲ παρʼ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ καθόλου μὴ φαίνεσθαι.
さらに、私たちのところの星々のうち、熊の星座や他の多くの星はまったく見えない。
ἑπτὰ δʼ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δʼ ἀλλήλων διεστηκυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.
これらの島々は7つあって、大きさはほぼ等しく、互いに等間隔で離れており、すべてが同じ習慣と法律を用いている。